πρὸς δὲ τοὺτοις ἔτι καὶ νῦν ἔξεστιν αὐτῷ, πρὶν ἀποπειραθῆναι τῆς ὑμετὲρας γνώμης, ἁφέντι τὴν δίκην ἀπηλλάχθαι πάντων τῶν πραγμάτων. καίτοι πῶς οὐκ ἄλογόν ἐστιν ἐν τούτῳ τῷ κινδύνῳ ζητεῖν αὐτόν ἐλέου παρʼ ὑμῶν τυγχάνειν, οὗ κύριος αὐτός ἐστι, καὶ εἰς ὃ αὐτὸς αὑτὸν καθίστησι, καὶ ὃ ἔτι καὶ νῦν ἔξεστιν αὐτῷ μὴ κινδυνεύειν; ἂν δʼ ἄρα μέμνηται τῶν ἐπὶ τῆς ὀλιγαρχίας γεγενημένων, ἁξιοῦτε αὐτὸν μὴ ʼκείνων κατηγορεῖν, ὑπὲρ ὧν οὐδεὶς ἀπολογήσεται, ἀλλʼ ὡς ἐγὼ τὰ χρήματα εἴληφα διδάσκειν, περὶ οὗπερ ὑμᾶς δεῖ ψηφίζεσθαι, μηδʼ ὡς αὐτός δεινὰ πέπονθεν ἀποφαίνειν, ἀλλʼ ὡς ἐγὼ πεποίηκα ἐξελέγχειν, παρʼ οὗπερ ἀξιοῖ τἀπολωλότα κομίζεσθαι· ἐπεὶ κακῶς γʼ αὑτὸν πράττοντα ἐπιδεῖξαι καὶ πρὸς ἄλλον ὁντινοῦν ἀγωνιζόμενος τῶν πολιτῶν δύναται. καίτοι χρὴ μέγα παρʼ ὑμῖν δύνασθαι τῶν κατηγοριῶν, οὐχ αἷς ἔξεστι χρῆσθαι καὶ πρὸς τοὺς μηδέν ἡμαρτηκότας, ἀλλʼ ἃς οὐχ οἷ τʼ εἰπεῖν ἀλλʼ ἢ κατὰ τῶν ἠδικηκότων. πρὸς μὲν οὖν τούτους τοὺς λόγους καὶ ταῦτʼ ἴσως ἀρκέσει καὶ τάχʼ ἀντειπεῖν ἐξέσται.