πρὸς οὖν τοὺς ὀδυρμούς, ὅτι προσήκει βοηθεῖν ὑμᾶς, οὐχ οἵτινες ἂν δυστυχεστάτους σφᾶς αὐτοὺς ἀποδείξωσιν, ἀλλʼ οἵτινες ἂν περὶ ὧν ἀντωμόσαντο δικαιότερα λέγοντες φάνωνται. περὶ δὲ τῆς ἐπωβελίας, εἰ μὲν ἐγὼ τοὺτων τῶν πραγμάτων αἴτιος ἦν, εἰκότως ἂν αὐτῷ μέλλοντι ζημιώσεσθαι συνήχθεσθε· νῦν δʼ οὗτος ἐστιν ὁ συκοφαντῶν, ὥστʼ οὐδὲν ἂν δικαίως αὐτοῦ λέγοντος ἀποδέχοισθε. ἔπειτα κἀκεῖνο χρὴ σκοπεῖν, ὅτι πάντες οἱ κατελθόντες ἐκ Περαίεως ἔχοιεν ἂν τοὺς αὐτοὺς λόγους εἰπεῖν, οὕσπερ οὗτος, ὧν οὐδεὶς ἄλλος τετόλμηκε τοιαύτην δίκην εἰσελθεῖν. Καίτοι χρὴ μισεῖν ὑμᾶς τοὺς τοιούτους καὶ κακοὺς πολίτας νομίζειν, οἵτινες ταῖς μὲν συμφοραῖς ὁμοίας τῷ τῷ πλήθει κέχρηνται, τὰς δὲ τιμωρίας διαφόρους τῶν ἅλλων ἀξιοῦσι ποιεῖσθαι.