ὡς μὲν οὖν μὲ νοὖν χρὴ MSS.: μὲν οὖν οὐ χρὴ Dobree, accepted by Blass. χρὴ καὶ συμφέρει καὶ δίκαιον ὑμᾶς ἐστὶν οὕτω περὶ τῶν συνθηκῶν γιγνώσκειν, οὐδʼ αὐτὸν ἡγοῦμαι Καλλίμαχον ἀντερεῖν· οἶμαι δʼ αὐτὸν ὀδυρεῖσθαι τὴν παροῦσαν πενίαν καὶ τὴν γεγενημένην αὑτῷ συμφοράν, καὶ λέξειν ὡς δεινὰ καὶ σχέτλια πείσεται, εἰ τῶν χρημάτων, ὧν ἐπὶ τῆς ὀλιγαρχίας ἀφῃρέθη, τούτων ἐν δημοκρατίᾳ τὴν ἐπωβελίαν ὀφλήσει, καὶ εἰ τότε μὲν διὰ τὴν οὐσίαν τὴν αὑτοῦ φυγεῖν ἠναγκάσθη, νυνὶ δʼ ἐν ᾧ χρόνῳ προσῆκεν αὑτὸν δίκην λαβεῖν, ἅτιμος γενήσεται. κατηγορήσει δὲ καὶ τῶν ἐν τῇ μεταστάσει γενομένων, ὡς ἐκ τοὺτων μάλισθʼ ὑμᾶς εἰς ὀργὴν καταστήσων· ἴσως γὰρ τινος ἀκήκοεν, ὡς ὑμεῖς, ὅταν μὴ τοὺς ἀδικοῦντας λάβητε, τοὺς ἐντυγχάνοντας κολάζετε. ἐγὼ δʼ οὔθʼ ὑμᾶς ταύτην ἔχειν τὴν γνώμην ἡγοῦμαι, πρὸς τε τοὺς ὑπειρημένους λόγους ῥᾲδιον ἁντειπεῖν νομίζω.