<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="33"><p>καὶ μηδεὶς ἡγείσθω μʼ ὑπερβάλλειν μηδὲ μείζω λέγειν, ὅτι δίκην ἰδίαν φεύγων τούτους
          εἴρηκα τοὺς λόγους. οὐ γὰρ μόνον περὶ τῶν ἐπιγεγραμμένων χρημάτων ἐστιν οὗτος ὁ ἀγών, ἀλλʼ
          ἐμοὶ μὲν περὶ τούτων, ὑμῖν δὲ περὶ τῶν ὀλίγῳ πρότερον εἰρημένων· ὑπὲρ ὧν οὐδεὶς οὔτʼ ἂν
          εἰπεῖν ἀξίως δύναιτο οὔτʼ ἂν τίμημʼ ἱκανὸν ἐπιγράψαιτο. </p></div><div subtype="section" type="textpart" n="34"><p>τοσοῦτον γὰρ αὕτη διαφέρει τῶν ἄλλων δικῶν, ὥστε τῶν μὲν τοῖς ἀγωνιζομένοις μόνον
          προσήκει, ταύτῃ δὲ τὸ κοινὸν τῆς πόλεως συγκινδυνεύει. περὶ ταύτης δύʼ ὅρκους ὀμόσαντες
          δικάζετε, τὸν μὲν, ὅνπερ ἐπὶ ταῖς ἄλλαις εἴθισθε, τὸν δʼ ὃν ἐπὶ ταῖς συνθήκαις ἐποιήσασθε.
          ταύτην ἀδίκως γνόντες οὐ τοὺς τῆς πόλεως μόνον νόμους ἀλλὰ καὶ τοὺς ἁπάντων κοινοὺς
          παραβήσεσθε. ὥστʼ οὐκ ἄξιον οὔτε κατὰ χάριν οὔτε κατʼ ἐπιείκειαν οὔτε κατʼ ἄλλʼ οὐδὲν ἢ
          κατὰ τοὺς ὅρκους περὶ αὐτῶν ψηφίσασθαι. </p></div></div></body></text></TEI>