<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="27"><p>ἐνθυμεῖσθε δʼ ὅτι περὶ τῶν μεγίστων ἥκετε δικάσοντες· περὶ γὰρ συνθηκῶν τὴν ψῆφον οἴσετε,
          ἃς οὐδὲ πώποτʼ οὔθʼ ὑμῖν πρὸς ἑτέρους οὔτʼ ἄλλοις πρὸς ὑμᾶς ἐλυσιτέλησε παραβῆναι,
          τοσαύτην δʼ ἔχουσι δύναμιν ὥστε τὰ πλεῖστα τοῦ βίου καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις διὰ
          συνθηκῶν εἶναι. </p></div><div subtype="section" type="textpart" n="28"><p>ταύταις γὰρ πιστεύοντες ὡς ἀλλήλους ἀφικνούμεθα καὶ ποριζόμεθα ὧν ἕκαστοι τυγχάνομεν
          δεόμενοι· μετὰ τούτων καὶ τὰ συμβόλαια τὰ πρὸς ἡμᾶς αὐτοὺς ποιούμεθα καὶ τὰς ἰδίας ἔχθρας
          καὶ τοὺς κοινοὺς πολέμους διαλυόμεθα· τούτῳ μόνῳ κοινῷ πάντες ἄνθρωποι διατελοῦμεν
          χρώμενοι. ὥσθʼ ἅπασι μὲν προσήκει βοηθεῖν αὐταῖς, μάλιστα δʼ ὑμῖν. </p></div><div subtype="section" type="textpart" n="29"><p>ὑπόγυιον γὰρ ἐστιν, ἐξ οὗ καταπολεμηθέντες, ἐπὶ τοῖς ἐχθροῖς γενόμενοι, πολλῶν
          ἐπιθυμησάντων διαφθεῖραι τὴν πόλιν, εἰς ὅρκους καὶ συνθήκας κατεφύγομεν, ἅς εἰ
          Λακεδαιμόνιοι τολμῷεν παραβαίνειν, σφόδρʼ ἂν ἕκαστος ὑμῶν ἀγανακτήσειεν. </p></div></div></body></text></TEI>