τηνικαῦτα τοὺς ὅρκους παραβήσεσθε· καὶ τοῖς μὲν εἰρηκόσιν ὡς χρὴ τὰς συνθήκας ἐξαλείφειν ὠργίζεσθε, τουτονὶ δʼ, ὃς γεγραμμένας αὐτὰς τολμᾷ παραβαίνειν, ἀζήμιον ἀφήσετε. ἀλλʼ οὔτʼ ἂν δίκαια οὔτʼ ἄξιʼ ὑμῶν αὐτῶν οὔτʼ ἂν πρέποντα τοῖς πρότερον ἐγνωσμένοις ποιήσαιτε. ἐνθυμεῖσθε δʼ ὅτι περὶ τῶν μεγίστων ἥκετε δικάσοντες· περὶ γὰρ συνθηκῶν τὴν ψῆφον οἴσετε, ἃς οὐδὲ πώποτʼ οὔθʼ ὑμῖν πρὸς ἑτέρους οὔτʼ ἄλλοις πρὸς ὑμᾶς ἐλυσιτέλησε παραβῆναι, τοσαύτην δʼ ἔχουσι δύναμιν ὥστε τὰ πλεῖστα τοῦ βίου καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις διὰ συνθηκῶν εἶναι. ταύταις γὰρ πιστεύοντες ὡς ἀλλήλους ἀφικνούμεθα καὶ ποριζόμεθα ὧν ἕκαστοι τυγχάνομεν δεόμενοι· μετὰ τούτων καὶ τὰ συμβόλαια τὰ πρὸς ἡμᾶς αὐτοὺς ποιούμεθα καὶ τὰς ἰδίας ἔχθρας καὶ τοὺς κοινοὺς πολέμους διαλυόμεθα· τούτῳ μόνῳ κοινῷ πάντες ἄνθρωποι διατελοῦμεν χρώμενοι. ὥσθʼ ἅπασι μὲν προσήκει βοηθεῖν αὐταῖς, μάλιστα δʼ ὑμῖν. ὑπόγυιον γὰρ ἐστιν, ἐξ οὗ καταπολεμηθέντες, ἐπὶ τοῖς ἐχθροῖς γενόμενοι, πολλῶν ἐπιθυμησάντων διαφθεῖραι τὴν πόλιν, εἰς ὅρκους καὶ συνθήκας κατεφύγομεν, ἅς εἰ Λακεδαιμόνιοι τολμῷεν παραβαίνειν, σφόδρʼ ἂν ἕκαστος ὑμῶν ἀγανακτήσειεν. καίτοι πῶς οἷόν τʼ ἐστὶν ἑτέρων κατηγορεῖν οἷς αὐτός τις ἔνοχός ἐστιν; τῷ δʼ ἂν δόξαιμεν ἀδικεῖσθαι παρὰ τὰς συνθήκας κακῶς πάσχοντες, εἰ μηδʼ αὐτοὶ φαινοίμεθʼ αὐτὰς περὶ πολλοῦ ποιούμενοι; τίνας δὲ πίστεις πρὸς τοὺς ἄλλους εὑρήσομεν, εἰ τὰς πρὸς ἡμᾶς αὐτοὺς γεγενημένας οὕτως εἰκῇ λύσομεν;