ὃ δὲ πάντων ἄν τις μάλιστα θαυμάσειεν, εἰ, ὅτε μὲν ἄδηλον ἦν, εἰ συνοίσουσιν αἱ διαλλαγαὶ τῇ πόλει, τοιούτους ὅρκους ἐποιήσασθε περὶ αὐτῶν, ὥστʼ εἰ καὶ μὴ συνέφερεν ἀναγκαῖον εἶναι τοῖς ὡμολογημένοις ἐμμένειν, ἐπειδὴ δʼ οὕτω καλῶς ὑμῖν συμβέβηκεν ὥστε καὶ μηδεμιᾶς πίστεως γεγενημένης ἄξιον εἶναι τὴν παροῦσαν πολιτείαν διαφυλάττειν, τηνικαῦτα τοὺς ὅρκους παραβήσεσθε· καὶ τοῖς μὲν εἰρηκόσιν ὡς χρὴ τὰς συνθήκας ἐξαλείφειν ὠργίζεσθε, τουτονὶ δʼ, ὃς γεγραμμένας αὐτὰς τολμᾷ παραβαίνειν, ἀζήμιον ἀφήσετε. ἀλλʼ οὔτʼ ἂν δίκαια οὔτʼ ἄξιʼ ὑμῶν αὐτῶν οὔτʼ ἂν πρέποντα τοῖς πρότερον ἐγνωσμένοις ποιήσαιτε.