<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="18"><p>καίτοι δοκεῖ ἂν ὑμῖν, ὅστις ἐπὶ τῶν τριάκοντα κόσμιον αὑτὸν παρέσχεν, εἰς τοῦτον
          ἀποθέσθαι τὸν χρόνον ἀδικεῖν, ἐν ᾧ καὶ τοῖς πρότερον ἡμαρτηκόσι μετέμελεν; ὃ δὲ πάντων
          δεινότατον, εἰ τῶν μὲν ὑπαρχόντων ἐχθρῶν μηδʼ ἀμύνεσθαι μηδένʼ ἠξίωσα, τοῦτον δὲ κακῶς
          ποιεῖν ἐπεχείρουν, πρὸς ὃν οὐδὲν πώποτέ μοι συμβόλαιον ἐγένετο. </p></div><div subtype="section" type="textpart" n="19"><p>ὡς μὲν οὖν οὐκ αἴτιός εἰμι Καλλιμάχῳ τῆς τῶν χρημάτων δημεύσεως, ἱκανῶς ἀποδεδεῖχθαί μοι
          νομίζω· ὡς δʼ οὐκ ἐξῆν αὐτῷ δικάζεσθαι περὶ τῶν τότε γεγενημένων, οὐδʼ εἰ πάντα ταῦτʼ ἦν
          πεποιηκὼς ἅ φησιν αὐτός, ἐκ τῶν συνθηκῶν γνώσεσθε. καί μοι λαβὲ τὸ βιβλίον.</p><p rend="align(center)"><label>Συνθῆκαι</label></p></div><div subtype="section" type="textpart" n="20"><p>ἆρα μικρῷ τῷ δικαίῳ πιστεύων τὴν παραγραφὴν ἐποιησάμην, ἀλλʼ οὐ τῶν μὲν συνθηκῶν
          διαρρήδην ἀφιεισῶν τοὺς ἐνδείξαντας ἢ φήναντας ἢ τῶν ἄλλων τι τῶν τοιούτων πράξαντας,
          ἐμαυτὸν δʼ ἔχων ἀποφαίνειν, ὡς οὔτε ταῦτα πεποίηκα οὔτʼ ἄλλʼ οὐδὲν ἐξήμαρτον; ἀνάγνωθι δή
          μοι καὶ τοὺς ὅρκους.</p><p rend="align(center)"><label>Ὅρκοι</label></p></div></div></body></text></TEI>