θαυμάζω δʼ εἰ αὑτὸν μὲν ἱκανὸν γνῶναι νομίζει ὅτι οὐκ εἰκὸς ἀντὶ μυρίων δραχμῶν διακοσίας ἐθελῆσαι λαβεῖν, ἐμὲ δʼ οὐκ ἂν οἴεται τοῦτʼ ἐξευρεῖν, εἴπερ ἠβουλόμην ψευδῆ λέγειν, ὅτι πλέον ἔδει φάσκειν τούτων δεδωκέναι. ἀξιῶ δʼ, ὅσον περ ἂν τούτῳ σημεῖον ἦν ὡς ἡ δίαιτα οὐ γέγονεν, ἑλόντι τὰ διαμαρτυρηθέντα, τοσοῦτον ἐμοὶ γενέσθαι τεκμήριον ὡς ἀληθῆ λέγω περὶ αὐτῆς, ἐπειδὴ τῷ μάρτυρι φανερός ἐστιν οὐδʼ ἐπεξελθεῖν ἀξιώσας. ἡγοῦμαι δʼ, εἰ μήθʼ ἡ δίαιτα ἐγεγόνει μήτε τῶν πεπραγμένων ἦσαν μάρτυρες, ἔδει δʼ ἐκ τῶν εἰκότων σκοπεῖν, οὐδʼ οὕτω χαλεπῶς ἂν ὑμᾶς γνῶναι τὰ δίκαια. εἰ μὲν γὰρ καὶ τοὺς ἄλλους ἀδικεῖν ἐτόλμων, εἰκότως ἄν μου κατεγιγνώσκετε καὶ περὶ τοῦτον ἐξαμαρτάνειν· νῦν δʼ οὐδένα φανήσομαι τῶν πολιτῶν οὔτε χρήμασι ζημιώσας οὔτε περὶ τοῦ σώματος εἰς κίνδυνον καταστήσας, οὔτʼ ἐκ μὲν τῶν μετεχόντων τῆς πολιτείας ἐξαλείψας, εἰς δὲ τὸν μετὰ Λυσάνδρου κατάλογον ἐγγράψας. καίτοι πολλοὺς ἐπῆρεν ἡ τῶν τριάκοντα πονηρία τοιαῦτα ποιεῖν· οὐ γὰρ ὅτι τοὺς ἀδικοῦντας ἐκόλαζον, ἀλλʼ ἐνίοις καὶ προσέταττον ἐξαμαρτάνειν. ἐγὼ μὲν τοίνυν οὐδʼ ἐπὶ τῆς ἐκείνων ἀρχῆς οὐδὲν εὑρεθήσομαι τοιοῦτον ἐργασάμενος· οὗτος δʼ ἀδικηθῆναί φησιν, ὅτʼ ἐξεβέβληντο μὲν οἱ τριάκοντα, ὁ δὲ Πειραιεὺς ἦν κατειλημμένος, ἐκράτει δʼ ὁ δῆμος, περὶ διαλλαγῶν δʼ ἦσαν οἱ λόγοι.