<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="12"><p>εἰδὼς ὅτι, εἰ μὴ μεταλάβοι τὸ πέμπτον μέρος τῶν ψήφων, τὴν ἐπωβελίαν ὀφλήσει, πείσας δὲ
          τὴν ἀρχὴν πάλιν τὴν αὐτὴν δίκην ἐγράψατο, ὡς ἐν τοῖς πρυτανείοις μόνον κινδυνεύσων. ἀπορῶν
          δʼ ὅ τι χρησαίμην τοῖς κακοῖς, ἡγησάμην εἶναι κράτιστον ἐξ ἴσου καταστήσαντʼ ἀμφοτέροις
          τὸν κίνδυνον εἰσελθεῖν εἰς ὑμᾶς. καὶ τὰ μὲν γενόμενα ταῦτʼ ἐστίν. </p></div><div subtype="section" type="textpart" n="13"><p>πυνθάνομαι δὲ Καλλίμαχον οὐ μόνον περὶ τῶν ἐγκλημάτων διανοεῖσθαι ψευδῆ λέγειν, ἀλλὰ καὶ
          τὴν δίαιταν μέλλειν ἔξαρνον εἶναι καὶ παρεσκευάσθαι λέγειν τοιούτους λόγους, ὡς οὐκ ἄν
          ποτʼ ἐπέτρεψε Νικομάχῳ δίαιταν, ὃν ἠπίστατο πάλαι χρώμενον ἡμῖν, καὶ ὡς οὐκ ἐικὸς ἦν αὐτὸν
          ἀντὶ μυρίων δραχμῶν διακοσίας ἐθελῆσαι λαβεῖν. </p></div><div subtype="section" type="textpart" n="14"><p>ὑμεῖς δʼ ἐνθυμεῖσθε πρῶτον μὲν ὅτι τὴν δίαιταν οὐκ ἀμφισβητοῦντες ἀλλʼ ἐπὶ ῥητοῖς
          ἐπετρέψαμεν, ὥστʼ οὐδὲν ἄτοπον ἐποίησεν, εἰ Νικόμαχον εἵλετο διαιτητήν, ἀλλὰ πολὺ μᾶλλον
          εἰ περὶ τῶν πραγμάτων ὡμολογηκὼς περὶ τοῦ διαιτητοῦ διεφέρετο. ἔπειτʼ ὀφειλομένων μὲν αὐτῷ
          μυρίων δραχμῶν οὐκ εἰκὸς ἦν αὐτὸν ἐπὶ δυοῖν μναῖν ποιήσασθαι τὴν διαλλαγήν· ἀδίκως δʼ
          αἰτιώμενον καὶ συκοφαντοῦντα οὐδὲν θαυμαστὸν τοσοῦτον ἐθελῆσαι λαβεῖν. ἔτι δʼ, εἰ μεγάλʼ
          ἐγκαλῶν ὀλίγʼ ἐπράξατο, οὐ τούτῳ τοῦτο τεκμήριόν ἐστιν, ὡς ἡ δίαιτα οὐ γέγονεν, ἀλλὰ πολὺ
          μᾶλλον ἡμῖν, ὡς καὶ τὴν ἀρχὴν οὐ δικαίως ἐνεκάλεσεν. </p></div></div></body></text></TEI>