τὸ μὲν τοίνυν πρῶτον ἐνέμεινε τοῖς ὡμολογημένοις, ὕστερον δʼ ἐπιβουλεύσας μετὰ Ξενοτίμου, τοῦ τοὺς νόμους διαφθείροντος καὶ τὰ δικαστήρια δεκάζοντος καὶ τὰς ἀρχὰς λυμαινομένου καὶ πάντων κακῶν αἰτίου, λαγχάνει μοι δίκην μυρίων δραχμῶν. προβαλλομένου δʼ ἐμοῦ μάρτυρα, ὡς οὐκ εἰσαγώγιμος ἦν ἡ δίκη διαίτης γεγενημένης, ἐκείνῳ μὲν οὐκ ἐπεξῆλθεν, εἰδὼς ὅτι, εἰ μὴ μεταλάβοι τὸ πέμπτον μέρος τῶν ψήφων, τὴν ἐπωβελίαν ὀφλήσει, πείσας δὲ τὴν ἀρχὴν πάλιν τὴν αὐτὴν δίκην ἐγράψατο, ὡς ἐν τοῖς πρυτανείοις μόνον κινδυνεύσων. ἀπορῶν δʼ ὅ τι χρησαίμην τοῖς κακοῖς, ἡγησάμην εἶναι κράτιστον ἐξ ἴσου καταστήσαντʼ ἀμφοτέροις τὸν κίνδυνον εἰσελθεῖν εἰς ὑμᾶς. καὶ τὰ μὲν γενόμενα ταῦτʼ ἐστίν. πυνθάνομαι δὲ Καλλίμαχον οὐ μόνον περὶ τῶν ἐγκλημάτων διανοεῖσθαι ψευδῆ λέγειν, ἀλλὰ καὶ τὴν δίαιταν μέλλειν ἔξαρνον εἶναι καὶ παρεσκευάσθαι λέγειν τοιούτους λόγους, ὡς οὐκ ἄν ποτʼ ἐπέτρεψε Νικομάχῳ δίαιταν, ὃν ἠπίστατο πάλαι χρώμενον ἡμῖν, καὶ ὡς οὐκ ἐικὸς ἦν αὐτὸν ἀντὶ μυρίων δραχμῶν διακοσίας ἐθελῆσαι λαβεῖν. ὑμεῖς δʼ ἐνθυμεῖσθε πρῶτον μὲν ὅτι τὴν δίαιταν οὐκ ἀμφισβητοῦντες ἀλλʼ ἐπὶ ῥητοῖς ἐπετρέψαμεν, ὥστʼ οὐδὲν ἄτοπον ἐποίησεν, εἰ Νικόμαχον εἵλετο διαιτητήν, ἀλλὰ πολὺ μᾶλλον εἰ περὶ τῶν πραγμάτων ὡμολογηκὼς περὶ τοῦ διαιτητοῦ διεφέρετο. ἔπειτʼ ὀφειλομένων μὲν αὐτῷ μυρίων δραχμῶν οὐκ εἰκὸς ἦν αὐτὸν ἐπὶ δυοῖν μναῖν ποιήσασθαι τὴν διαλλαγήν· ἀδίκως δʼ αἰτιώμενον καὶ συκοφαντοῦντα οὐδὲν θαυμαστὸν τοσοῦτον ἐθελῆσαι λαβεῖν. ἔτι δʼ, εἰ μεγάλʼ ἐγκαλῶν ὀλίγʼ ἐπράξατο, οὐ τούτῳ τοῦτο τεκμήριόν ἐστιν, ὡς ἡ δίαιτα οὐ γέγονεν, ἀλλὰ πολὺ μᾶλλον ἡμῖν, ὡς καὶ τὴν ἀρχὴν οὐ δικαίως ἐνεκάλεσεν. θαυμάζω δʼ εἰ αὑτὸν μὲν ἱκανὸν γνῶναι νομίζει ὅτι οὐκ εἰκὸς ἀντὶ μυρίων δραχμῶν διακοσίας ἐθελῆσαι λαβεῖν, ἐμὲ δʼ οὐκ ἂν οἴεται τοῦτʼ ἐξευρεῖν, εἴπερ ἠβουλόμην ψευδῆ λέγειν, ὅτι πλέον ἔδει φάσκειν τούτων δεδωκέναι. ἀξιῶ δʼ, ὅσον περ ἂν τούτῳ σημεῖον ἦν ὡς ἡ δίαιτα οὐ γέγονεν, ἑλόντι τὰ διαμαρτυρηθέντα, τοσοῦτον ἐμοὶ γενέσθαι τεκμήριον ὡς ἀληθῆ λέγω περὶ αὐτῆς, ἐπειδὴ τῷ μάρτυρι φανερός ἐστιν οὐδʼ ἐπεξελθεῖν ἀξιώσας.