<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg002.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="1"><p> εἰ μὲν καὶ ἄλλοι τινὲς ἦσαν ἠγωνισμένοι τοιαύτην παραγραφήν, ἀπʼ αὐτοῦ τοῦ πράγματος
          ἠρχόμην ἂν τοὺς λόγους ποιεῖσθαι· νῦν δʼ ἀνάγκη περὶ τοῦ νόμου πρῶτον εἰπεῖν καθʼ ὃν
          εἰσεληλύθαμεν, ἵνʼ ἐπιστάμενοι περὶ ὧν ἀμφισβητοῦμεν, τὴν ψῆφον φέρητε, καὶ μηδεὶς ὑμῶν
          θαυμάσῃ διότι φεύγων τὴν δίκην πρότερος λέγω τοῦ διώκοντος. </p></div><div subtype="section" type="textpart" n="2"><p>ἐπειδὴ γὰρ ἐκ Πειραιέως κατελθόντες ἐνίους ἑωρᾶτε τῶν πολιτῶν συκοφαντεῖν ὡρμημένους καὶ
          τὰς συνθήκας λύειν ἐπιχειροῦντας, βουλόμενοι τούτους τε παῦσαι καὶ τοῖς ἄλλοις ἐπιδεῖξαι
          ὅτι οὐκ ἀναγκασθέντες ἐποιήσασθʼ αὐτὰς ἀλλʼ ἡγούμενοι τῇ πόλει συμφέρειν, εἰπόντος Ἀρχίνου
          νόμον ἔθεσθε, ἄν τις δικάζηται παρὰ τοὺς ὅρκους, ἐξεῖναι τῷ φεύγοντι παραγράψασθαι, τοὺς
          δʼ ἄρχοντας περὶ τούτου πρῶτον εἰσάγειν, λέγειν δὲ πρότερον τὸν παραγραψάμενον, </p></div></div></body></text></TEI>