ἀλλὰ μὴν καὶ ἐξ αὐτοῦ ἄν τις τοῦ πράγματος γνοίη, ὅτι πολὺ μᾶλλον εἰκὸς ἦν Εὐθύνουν λαβόντα ἐξαρνεῖσθαι ἢ Νικίαν μὴ δόντα αἰτιᾶσθαι. δῆλον γὰρ ὅτι πάντες κέρδους ἕνεκʼ ἀδικοῦσιν. οἱ μὲν οὖν ἀποστεροῦντες ὧνπερ ἕνεκʼ ἀδικοῦσιν ἔχουσιν, οἱ δʼ ἐγκαλοῦντες οὐδʼ εἰ λήψεσθαι μέλλουσιν ἴσασιν.