<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0010.tlg001.perseus-grc2" xml:lang="grc"><div subtype="section" type="textpart" n="6"><p>ἀλλὰ μὴν καὶ ἐξ αὐτοῦ ἄν τις τοῦ πράγματος γνοίη, ὅτι πολὺ μᾶλλον εἰκὸς ἦν Εὐθύνουν λαβόντα ἐξαρνεῖσθαι ἢ Νικίαν μὴ δόντα αἰτιᾶσθαι. δῆλον γὰρ ὅτι πάντες κέρδους ἕνεκʼ ἀδικοῦσιν. οἱ μὲν οὖν ἀποστεροῦντες ὧνπερ ἕνεκʼ ἀδικοῦσιν ἔχουσιν, οἱ δʼ ἐγκαλοῦντες οὐδʼ εἰ λήψεσθαι μέλλουσιν ἴσασιν. </p></div><div subtype="section" type="textpart" n="7"><p>πρὸς δὲ τούτοις, ἀκαταστάτως ἐχόντων τῶν ἐν τῇ πόλει καὶ δικῶν οὐκ οὐσῶν τῷ μὲν οὐδὲν ἦν πλέον ἐγκαλοῦντι, τῷ δὲ οὐδὲν ἦν δέος ἀποστεροῦντι. ὥστε τὸν μὲν οὐδὲν ἦν θαυμαστόν, ὅτε καὶ οἱ μετὰ μαρτύρων δανεισάμενοι ἐξηρνοῦντο, τότε ἃ μόνος παρὰ μόνου ἔλαβεν ἀποστερῆσαι· τὸν δʼ οὐκ εἰκός, ὅτε οὐδʼ οἷς δικαίως ὠφείλετο οἷόν τʼ ἦν πράττεσθαι, τότε ἀδίκως ἐγκαλοῦντα οἴεσθαί τι λήψεσθαι. </p></div><div subtype="section" type="textpart" n="8"><p>ἔτι δʼ εἰ καὶ μηδὲν αὐτὸν ἐκώλυεν, ἀλλὰ καὶ ἐξῆν καὶ ἐβούλετο συκοφαντεῖν, ὡς οὐκ ἂν ἐπʼ Εὐθύνουν ἦλθε ῥᾴδιον γνῶναι. οἱ γὰρ τοιαῦτα πράττειν ἐπιθυμοῦντες οὐκ ἀπὸ τῶν φίλων ἄρχονται ἀλλὰ μετὰ τούτων ἐπὶ τοὺς ἄλλους ἔρχονται, καὶ τούτοις ἐγκαλοῦσιν, οὓς ἂν μήτʼ αἰσχύνωνται μήτε δεδίωσι, καὶ οὓς ἂν ὁρῶσι πλουσίους μέν, ἐρήμους δὲ καὶ ἀδυνάτους πράττειν. </p></div><div subtype="section" type="textpart" n="9"><p>εὐθύνῳ τοίνυν τἀναντία τούτων ὑπάρχει· ἀνεψιὸς γὰρ ὢν Νικίου τυγχάνει, λέγειν δὲ καὶ πράττειν μᾶλλον δύναται τούτου, ἔτι δὲ χρήματα μὲν ὀλίγα, φίλους δὲ πολλοὺς κέκτηται. ὥστʼ οὐκ ἔστιν ἐφʼ ὅντινα ἂν ἧττον ἢ ἐπὶ τοῦτον ἦλθεν· ἐπεὶ ἔμοιγε δοκεῖ, εἰδότι τὴν τούτων οἰκειότητα, οὐδʼ ἂν Εὐθύνους Νικίαν ἀδικῆσαι, εἰ ἐξῆν ἄλλον τινὰ τοσαῦτα χρήματα ἀποστερῆσαι. </p></div><div subtype="section" type="textpart" n="10"><p>νῦν δʼ ἀρχαιότερον<note resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">ἀρχαιότερον</foreign> MSS.: <foreign xml:lang="grc">ἦν</foreign> omitted in all but <foreign xml:lang="grc">Λ</foreign> and Lang’s cod. Generally considered corrupt: <foreign xml:lang="grc">ἀπ’ ἀρχῆς ἕτερον</foreign> Strange: <foreign xml:lang="grc">ἄρ’ ἦν ἕτερον</foreign> Sauppe: <foreign xml:lang="grc">ἄρα διάφορον ἦν</foreign> or <foreign xml:lang="grc">ἄρα διέφερεν</foreign> Blass: <foreign xml:lang="grc">δ’ ἄρα τυχαιότερον</foreign> suggested by Capps: <foreign xml:lang="grc">ἀναγκαιότερον,</foreign> i.e., “rather inevitable,” proposed by Post.</note> ἦν αὐτοῖς τὸ πρᾶγμα. ἐγκαλεῖν μὲν γὰρ ἔξεστιν ἐξ ἁπάντων ἐκλεξάμενον, ἀποστερεῖν δʼ οὐχ οἷόν ἄλλον ἢ τὸν παρακαταθέμενον. ὥστε Νικίας μὲν συκοφαντεῖν ἐπιθυμῶν οὐκ ἂν ἐπὶ τοῦτον ἦλθεν, Εὐθύνους δʼ ἀποστερεῖν ἐπιχειρῶν οὐκ ἄλλον εἶχεν. </p></div></div></body></text></TEI>