ὃ δὲ μέγιστον τεκμήριον καὶ πρὸς ἅπαντα ἱκανόν· ὅτε γὰρ τὸ ἔγκλημα ἐγένετο, ὀλιγαρχία καθειστήκει, ἐν ᾗ οὕτως ἑκάτερος αὐτῶν διέκειτο, ὥστε Νικίας μέν, εἰ καὶ τὸν ἄλλον χρόνον εἴθιστο συκοφαντεῖν, τότʼ ἂν ἐπαύσατο, Εὐθύνους δέ, καὶ εἰ μηδὲ πώποτε διενοήθη ἀδικεῖν, τότʼ ἂν ἐπήρθη. ὁ μὲν γὰρ διὰ τὰ ἁμαρτήματα ἐτιμᾶτο, ὁ δὲ διὰ τὰ χρήματα ἐπεβουλεύετο. πάντες γὰρ ἐπίστασθε, ὅτι ἐν ἐκείνῳ τῷ χρόνῳ δεινότερον ἦν πλουτεῖν ἢ ἀδικεῖν· οἱ μὲν γὰρ τὰ ἀλλότρια ἐλάμβανον, οἱ δὲ τὰ σφέτερʼ αὐτῶν ἀπώλλυον. ἐφʼ οἷς γὰρ ἦν ἡ πόλις, οὐ τοὺς ἁμαρτάνοντας ἐτιμωροῦντο, ἀλλὰ τοὺς ἔχοντας ἀφῃροῦντο, καὶ ἡγοῦντο τοὺς μὲν ἀδικοῦντας πιστούς, τοὺς δὲ πλουτοῦντας ἐχθρούς. ὥστε μὴ περὶ τοῦτʼ εἶναι Νικίᾳ ὅπως συκοφαντῶν τἀλλότρια λήψοιτο, ἀλλʼ ὅπως μὴ οὐδὲν ἀδικῶν κακόν τι πείσοιτο. τῷ μὲν γὰρ ὅσον Εὐθύνους δυναμένῳ ἐξῆν ἅ τʼ ἔλαβεν ἀποστερεῖν καὶ οἷς μὴ συνέβαλεν ἐγκαλεῖν· οἱ δʼ ὥσπερ Νικίας διακείμενοι ἠναγκάζοντο τοῖς τʼ ὀφείλουσι τὰ χρέα ἀφιέναι καὶ τοῖς συκοφαντοῦσι τὰ αὑτῶν διδόναι. καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω αὐτὸς ἂν ὑμῖν Εὐθύνους μαρτυρήσειεν· ἐπίσταται γὰρ ὅτι Τιμόδημος τουτονὶ τριάκοντα μνᾶς ἐπράξατο, οὐ χρέος ἐγκαλῶν ἀλλʼ ἀπάξειν ἀπειλῶν. καίτοι πῶς εἰκὸς Νικίαν εἰς τοῦτʼ ἀνοίας ἐλθεῖν, ὥστʼ αὐτὸν περὶ τοῦ σώματος κινδυνεύοντα ἑτέρους συκοφαντεῖν, καὶ μὴ δυνάμενον τὰ αὑτοῦ σῴζειν τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν, καὶ πρὸς τοῖς ὑπάρχουσιν ἐχθροῖς ἑτέρους διαφόρους ποιεῖσθαι, καὶ τούτοις ἀδίκως ἐγκαλεῖν παρʼ ὧν οὐδʼ ὁμολογούντων ἀποστερεῖν οἷός τʼ ἂν ἦν δίκην λαβεῖν, καὶ τότε πλέον ἔχειν ζητεῖν, ὅτε οὐδὲ ἴσον ἐξῆν αὐτῷ, καὶ ὅτε ἃ οὐκ ἔλαβεν ἀποτίνειν ἠναγκάζετο, τότε καὶ ἃ μὴ συνέβαλεν ἐλπίζειν πράξασθαι;