δραματουργεῖ δὲ τὸν διάλογον ὁ Ἀθήναιος ζήλῳ Πλατωνικῷ · οὕτως γοῦν ἄρχεται· αὐτός, ὦ Ἀθήναιε , μετειληφὼς τῆς καλῆς ἐκείνης συνουσίας τῶν νῦν ἐπικληθέντων δειπνοσοφιστῶν, ἥτις ἀνὰ τὴν πόλιν πολυθρύλητος ἐγένετο, ἢ παρ’ ἄλλου μαθὼν τοῖς ἑταίροις. διεξῄεις, αὐτός, ὦ Τιμόκρατες , μετασχών. ἆρ’ οὖν ἐθελήσεις καὶ ἡμῖν τῶν καλῶν ἐπικυλικίων λόγων μεταδοῦναι τρὶς δὲ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον, ὣς πού φησιν ὁ Κυρηναῖος ποιητήσ—ἢ παρ’ ἄλλου τινὸς ἡμᾶς ἀναπυνθάνεσθαι δεῖ.