ὁ τρεχέδειπνος, φησί, σοφιστής. Κλέαρχός φησι ( FHG II 308 ) Χάρμον τὸν Συρακούσιον εὐτρεπίσθαι στιχίδια καὶ παροιμίας εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων· εἰς μὲν τὸν ἰχθύν· ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος ( Eur. Tro. 1 ), εἰς δὲ τοὺς κήρυκας· χαίρετε, κήρυκες, Διὸς ἄγγελοι ( A 334 ), εἰς δὲ τὴν χορδήν· ἑλικτὰ κοὐδὲν ὑγιές ( Eur. Andr. 448 ), εἰς δὲ τὴν ὠνθυλευμένην τευθίδα· σοφή, σοφὴ σύ ( Eur. Andr. 245 ), εἰς δὲ τὸ ἐν τοῖς ἑψητοῖς ὡραῖον· οὐκ ἀπ’ ἐμοῦ σκεδάσεις ὄχλον, εἰς δὲ τὴν ἀποδεδαρμένην ἔγχελυν· οὐ προκαλυπτομένα βοστρυχώδεα ( Eur. Phoen. 1485 ). τοιούτους πολλούς φησι τῷ Λαρηνσίου παρεῖναι δείπνῳ, ὥσπερ συμβολὰς κομίζοντας τὰ ἀπὸ τῶν στρωματοδέσμων γράμματα. φησὶ δὲ καὶ ὅτι ὁ Χάρμος εἰς ἕκαστον τῶν παρατιθεμένων ἔχων τι πρόχειρον, ὡς προείρηται ( Litt. a ), ἐδόκει τοῖς Μεσσηνίοις πεπαιδευμένος εἶναι, ὡς καὶ Καλλιφάνης ὁ τοῦ Παραβρύκοντος κληθεὶς ἀρχὰς ποιημάτων πολλῶν καὶ λόγων ἐκγραψάμενος ἀνειλήφει μέχρι τριῶν καὶ τεσσάρων στίχων, πολυμαθείας δόξαν προσποιούμενος. πολλοὶ δὲ καὶ ἄλλοι διὰ στόματος εἶχον τὰς ἐν τῷ Σικελικῷ μυραίνας, τὰς πλωτὰς ἐγχέλεις, τῶν Παχυνικῶν θύννων τὰς ἠτριαίας, τοὺς ἐν Μήλῳ ἐρίφους, τοὺς ἐν Σκιάθῳ κεστρέας· καὶ τῶν ἀδόξων δὲ τὰς Πελωρίδας κόγχας, τὰς ἐκ Λιπάρας μαινίδας, τὴν Μαντινικὴν γογγυλίδα, τὰς ἐκ Θηβῶν βουνιάδας καὶ τὰ παρ’ Ἀσκραίοις τεῦτλα. Κλεάνθης δὲ ὁ Ταραντῖνος, ὥς φησι Κλέαρχος ( FHG II 309 ), πάντα παρὰ τοὺς πότους ἔμμετρα ἔλεγε, καὶ Πάμφιλος δὲ ὁ Σικελός, ὡς ταῦτα· ‘ἔγχει πιεῖν μοι καὶ τὸ πέρδικος σκέλος.’ ‘ἀμίδα δότω τις ἢ πλακοῦντά τις δότω.’ τὸν βίον, φησίν, εὐσταθεῖς, οὐκ ἐγχειρογάστορες. ‘γυργάθους ψηφισμάτων φέροντες,’ Ἀριστοφάνης φησίν ( fr. 217 K ).