τοιούτους ἔδει καὶ τοὺς λοιποὺς εἶναι πλείους ὡς τοῖς γε μὴ τοῦτο ποιοῦσιν ἐρεῖ τις ‘τί μικρολόγος εἶ;’ — ‘πλεῖαί τοι οἴνου κλισίαι· δαίνυ δαῖτα γέρουσι θάλειαν· ἔοικέ τοι ( I 70. 71. H 475 ).’ τοιοῦτος ἦν τῇ μεγαλοψυχίᾳ ὁ μέγας Ἀλέξανδρος. Κόνων δὲ τῇ περὶ Κνίδον ναυμαχίᾳ νικήσας Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ ἑκατόμβην τῷ ὄντι θύσας καὶ οὐ ψευδωνύμως πάντας Ἀθηναίους εἱστίασεν. Ἀλκιβιάδης δὲ Ὀλύμπια νικήσας ἅρματι πρῶτος καὶ δεύτερος καὶ τέταρτος, εἰς ἃς νίκας καὶ Εὐριπίδης ἔγραψεν ἐπινίκιον ( II 266 B4 ), θύσας Ὀλυμπίῳ Διὶ τὴν πανήγυριν πᾶσαν εἱστίασε. τὸ αὐτὸ ἐποίησε καὶ Λεώφρων Ὀλυμπίασιν, ἐπινίκιον γράψαντος τοῦ Κείου Σιμωνίδου ( cf. Bgk ad fr. 7 ). Ἐμπεδοκλῆς δ’ ὁ Ἀκραγαντῖνος ἵπποις Ὀλύμπια νικήσας, Πυθαγορικὸς ὢν καὶ ἐμψύχων ἀπεχόμενος, ἐκ σμύρνης καὶ λιβανωτοῦ καὶ τῶν πολυτελεστάτων ἀρωμάτων βοῦν ἀναπλάσας διένειμε τοῖς εἰς τὴν πανήγυριν ἀπαντήσασιν. ὁ δὲ Χῖος Ἴων τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χίου κεράμιον. τοῦ γάρ τις ἄλλου πρὸς θεῶν ἂν οὕνεκα εὔξαιτο πλουτεῖν εὐπορεῖν τε χρημάτων ἢ τοῦ δύνασθαι παραβοηθεῖν τοῖς φίλοις σπείρειν τε καρπὸν Χάριτος, ἡδίστης θεῶν; τοῦ μὲν πιεῖν γὰρ καὶ φαγεῖν τὰς ἡδονὰς ἔχομεν ὁμοίας· οὐδὲ τοῖς λαμπροῖσι γὰρ δείπνοις τὸ πεινῆν παύεται, Ἀντιφάνης φησίν ( II 111 K ). ὅτι Ξενοκράτης ὁ Χαλκηδόνιος καὶ Σπεύσιππος ὁ Ἀκαδημαικὸς καὶ Ἀριστοτέλης βασιλικοὺς νόμους ἔγραψε. ἀλλὰ μὴν καὶ ὁ Ἀκραγαντῖνος Τελλίας, φιλόξενος ὢν καὶ πάντας πολυωρῶν, πεντακοσίοις ἱππεῦσιν ἐκ Γέλας ποτὲ καταλύσασιν ὡς αὐτὸν χειμῶνος ὥρᾳ ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον.