ὅτι τὸ πάσασθαι ἐπὶ τοῦ ἀπογεύσασθαι τίθεται. φησὶ γοῦν Φοῖνιξ πρὸς Ἀχιλλέα ( Il. 9.486 )· ‘οὐκ ἤθελον ἅμ’ ἄλλῳ ἐν μεγάροισι πάσασθαι.’ καὶ ἀλλαχοῦ ( Od. 3.9 )· ‘εὖθ’ οἳ σπλάγχν’ ἐπάσαντο.’ τῶν γὰρ σπλάγχνων ἀπογεύονται μόνον ὡς ἂν ὀλίγων πολὺς ὅμιλος. καὶ ὁ Πρίαμος δὲ πρὸς Ἀχιλλέα φησί ( Il. 24.641 )· ‘νῦν δὴ καὶ σίτου πασάμην.’ οἰκεῖον γὰρ τοῦ τηνικάδε ἀτυχήσαντος ἀπογεύσασθαι μόνον· εἰς κόρον γὰρ ἐλθεῖν οὐκ εἴα τὸ πένθος. διὸ καὶ ὁ τὸ σύνολον οὐ γευσάμενος τροφῆς ‘κεῖτ’ ἄσιτος, ἄπαστος ( Od. 4.788 ).’ ἐπὶ δὲ τῶν ἀποπληρουμένων οὐδέποτε λέγει τὸ πάσασθαι, ἀλλ’ ὁπόσα δηλοῖ κόρον· αὐτὰρ ἐπεὶ σίτου τάρφθεν Od. 6.99 καὶ ‘ἐδητύος ἐξ ἔρον ἕντο ( Od. 4.68 ).’ οἱ δὲ νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι τιθέασι τὸ πάσασθαι. Καλλίμαχος ( fr. 261 Sch )· μύθου δὲ πασαίμην ἥδιον. Ἐρατοσθένης ( fr. 35 H )· ὀπταλέα κρέα ἐκ τέφρης ἐπάσαντο τά τ’ ἀγρώσσοντες ἕλοντο.