<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3:1" n="42"><p>ὅτι τὸ ἀναπίπτειν κυρίως ἐπὶ ψυχῆς ἐστιν, οἷον ἀθυμεῖν,
                     ὀλιγοδρανεῖν. Θουκυδίδης <num>αʹ</num> (<bibl>c.
                     70</bibl>)· ‘νικώμενοι ἐπ’ ἐλάχιστον ἀναπίπτουσι.’ Κρατῖνος
                     δ’ ἐπὶ ἐρετῶν χρᾶται τῇ λέξει (<bibl>I 113 K</bibl>)·
                     ‘ῥοθίαζε κἀνάπιπτε.’ καὶ Ξενοφῶν ἐν Οἰκονομικῷ (<bibl>8,
                        8</bibl>)· ‘διὰ τί ἄλυποι ἀλλήλοις εἰσὶν οἱ ἐρέται; ἢ
                     ὅτι ἐν τάξει μὲν κάθηνται, ἐν τάξει δὲ προνεύουσιν, ἐν
                     τάξει δὲ ἀναπίπτουσιν;’ ἀνακεῖσθαι δέ φαμεν ἐπὶ ἀνδριάντος·
                     ὅθεν τοὺς ἐπὶ κατακειμένων χρωμένους τῇ λέξει διέσυρον.
                     Δίφιλος (<bibl>om. Kock</bibl>)· <pb n="v.1.p.52"/>
                     <quote rend="blockquote"><l>ἐγὼ δ’ ἕως μέν τινος ἀνεκείμην.</l></quote> πρὸς ὃν δυσχεραίνων ὁ ἑταῖρός φησιν· ‘ἀνάκεισο.’
                     Φιλιππίδης (<bibl>IV 477 M</bibl>)· <quote rend="blockquote"><l>καὶ δειπνῶν ἀεὶ</l><l>ἀνακείμενος παρ’ αὐτόν.</l></quote> καὶ ἐπάγει· <quote rend="blockquote"><l>πότερον ἀνδριάντας εἱστία;</l></quote> κατακεῖσθαι δὲ λέγεται καὶ κατακεκλίσθαι, ὡς ἐν
                     Συμποσίοις Ξενοφῶν καὶ Πλάτων. Ἄλεξις (<bibl>II 399
                        K</bibl>)· <quote rend="blockquote"><l>ὥς ἐστι κατακεῖσθαι πρὸ δείπνου συμφορά·</l><l>οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν’ ἂν λάβοι</l><l>οὔθ’ ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἄν·</l><l>ὁ νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον.</l></quote> ἔστι δὲ εὑρεῖν καὶ ἐπὶ τῆς ἐννοίας ταύτης σπανίως
                     τὸ ἀνακεῖσθαι. σάτυρος παρὰ Σοφοκλεῖ τοῦτό φησιν
                     ἐπικαιόμενος τῷ Ἡρακλεῖ (<bibl>fr. 685 N</bibl>)· <quote rend="blockquote"><l>ἀνακειμένῳ</l><l>μέσον εἰς τὸν αὐχέν’ εἰσαλοίμην.</l></quote> Ἀριστοτέλης ἐν Τυρρηνῶν Νομίμοις (<bibl>fr. 556
                        R</bibl>)· ‘οἱ δὲ Τυρρηνοὶ δειπνοῦσι μετὰ τῶν γυναικῶν
                     ἀνακείμενοι ὑπὸ τῷ αὐτῷ ἱματίῳ.’ Θεόπομπος (<bibl>I 750
                        K</bibl>)· <quote rend="blockquote"><l>ἐπίνομεν μετὰ ταῦτα . . . . . .</l><l>κατακείμενοι μαλακώτατ’ ἐπὶ τρικλινίῳ,</l><l>Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη.</l></quote> Φιλωνίδης (<bibl>I 256 K</bibl>)· <pb n="v.1.p.53"/>
                     <quote rend="blockquote"><l>κατάκειμαι, ὡς ὁρᾶτε, δεκάπαλαι.</l></quote> Εὐριπίδης Κύκλωπι (<bibl>v. 410</bibl>)· <quote rend="blockquote"><l>ἀνέπεσε φάρυγος αἰθέρ’ ἐξανιεὶς βαρύν.</l></quote> Ἄλεξις (<bibl>II 402 K</bibl>)· <quote rend="blockquote"><l>μετὰ ταῦτ’ ἀναπεσεῖν</l><l>ἐκέλευον αὐτὴν παρ’ ἐμέ.</l></quote>
                  </p></div></div></div></body></text></TEI>