<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3:1" n="41"><p>ὅτι τὸ Μουσεῖον ὁ Φιλιάσιος Τίμων ὁ σιλλογράφος (<bibl>fr.
                        60 W</bibl>) τάλαρόν πού φησιν ἐπισκώπτων τοὺς ἐν αὐτῷ
                     τρεφομένους φιλοσόφους, ὅτι ὥσπερ ἐν <pb n="v.1.p.50"/>
                     πανάγρῳ τινὶ σιτοῦνται καθάπερ οἱ πολυτιμότατοι ὄρνιθες·
                        <quote rend="blockquote"><l>πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳ</l><l>βιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντες</l><l>Μουσέων ἐν ταλάρῳ.</l><l>ἕως ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ</l></quote> τραπεζορήτορες, οἳ ὑπὸ γλωσσαλγίας ἐπιλελῆσθαί μοι
                     δοκοῦσι καὶ τοῦ Πυθικοῦ χρησμοῦ, ὃν ἀναγράφει Χαμαιλέων
                        (<bibl>om. Koepke</bibl>)· <quote rend="blockquote"><l>εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα</l><l>οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ.</l></quote> καὶ Μνησίθεος δ’ ὁ Ἀθηναῖος Διόνυσον ἰατρόν φησι
                     τὴν Πυθίαν χρῆσαι τιμᾶν Ἀθηναίοις. φησὶ δὲ καὶ Ἀλκαῖος ὁ
                     Μιτυληναῖος ποιητής (<bibl>fr. 39 B4</bibl>)· <quote rend="blockquote"><l>τέγγε πνεύμονα οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται·</l><l>ἡ δ’ ὥρη χαλεπή· πάντα δὲ δίψαισ’ ὑπὸ καύματος.</l></quote> καὶ ἀλλαχοῦ (<bibl>fr. 40</bibl>)· <quote rend="blockquote"><l>πίνωμεν, τὸ γὰρ ἄστρον περιτέλλεται.</l></quote> Εὔπολίς τε τὸν Καλλίαν φησὶν ἀναγκάζεσθαι ὑπὸ
                     Πρωταγόρου πίνειν, ἵνα (<bibl>I 297 K</bibl>)· <quote rend="blockquote"><l>πρὸ τοῦ κυνὸς τὸν πνεύμον’ ἔκλυτον φορῇ.</l></quote> ἡμῖν δ’ οὐ μόνον ὁ πνεύμων ἀπεξήρανται, κινδυνεύει
                     δὲ καὶ ἡ καρδία. καίτοι Ἀντιφάνης λέγει (<bibl>II 112
                        K</bibl>)· <pb n="v.1.p.51"/>
                     <quote rend="blockquote"><l>τὸ δὲ ζῆν, εἰπέ μοι,</l><l>τί ἐστι; τὸ πίνειν φήμ’ ἐγώ.</l><l>ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα</l><l>δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν</l><l>βρέχεται, μέγεθος καὶ κάλλος οἷα γίνεται,</l><l>τὰ δ’ ἀντιτείνοντ’ [οἱονεὶ δίψαν τινὰ</l><l>ἢ ξηρασίαν ἔχοντ᾽] αὐτόπρεμν’ ἀπόλλυται.</l></quote> οὕτω τούτοις, φησί, κυνολογήσασιν ἐδόθη πιεῖν.
                     εἴρηται δὲ τὸ βρέχειν καὶ ἐπὶ τοῦ πίνειν. Ἀντιφάνης
                        (<bibl>II 126 K</bibl>)· <quote rend="blockquote"><l>δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν.</l></quote> Εὔβουλος (<bibl>II 209 K</bibl>)· <quote rend="blockquote"><l>Σίκων ἐγὼ</l><l>βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος.</l><l>Β. πέπωκας οὗτος; Α. ..... πέπωκ’ ἐγώ,</l><l>μὰ Δία τὸν Μενδαῖον.</l></quote>
                  </p></div></div></div></body></text></TEI>