ὅτι τὸ Μουσεῖον ὁ Φιλιάσιος Τίμων ὁ σιλλογράφος ( fr. 60 W ) τάλαρόν πού φησιν ἐπισκώπτων τοὺς ἐν αὐτῷ τρεφομένους φιλοσόφους, ὅτι ὥσπερ ἐν πανάγρῳ τινὶ σιτοῦνται καθάπερ οἱ πολυτιμότατοι ὄρνιθες· πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳ βιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντες Μουσέων ἐν ταλάρῳ. ἕως ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ τραπεζορήτορες, οἳ ὑπὸ γλωσσαλγίας ἐπιλελῆσθαί μοι δοκοῦσι καὶ τοῦ Πυθικοῦ χρησμοῦ, ὃν ἀναγράφει Χαμαιλέων ( om. Koepke )· εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ. καὶ Μνησίθεος δ’ ὁ Ἀθηναῖος Διόνυσον ἰατρόν φησι τὴν Πυθίαν χρῆσαι τιμᾶν Ἀθηναίοις. φησὶ δὲ καὶ Ἀλκαῖος ὁ Μιτυληναῖος ποιητής ( fr. 39 B4 )· τέγγε πνεύμονα οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται· ἡ δ’ ὥρη χαλεπή· πάντα δὲ δίψαισ’ ὑπὸ καύματος. καὶ ἀλλαχοῦ ( fr. 40 )· πίνωμεν, τὸ γὰρ ἄστρον περιτέλλεται. Εὔπολίς τε τὸν Καλλίαν φησὶν ἀναγκάζεσθαι ὑπὸ Πρωταγόρου πίνειν, ἵνα ( I 297 K )· πρὸ τοῦ κυνὸς τὸν πνεύμον’ ἔκλυτον φορῇ. ἡμῖν δ’ οὐ μόνον ὁ πνεύμων ἀπεξήρανται, κινδυνεύει δὲ καὶ ἡ καρδία. καίτοι Ἀντιφάνης λέγει ( II 112 K )· τὸ δὲ ζῆν, εἰπέ μοι, τί ἐστι; τὸ πίνειν φήμ’ ἐγώ. ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν βρέχεται, μέγεθος καὶ κάλλος οἷα γίνεται, τὰ δ’ ἀντιτείνοντ’ [οἱονεὶ δίψαν τινὰ ἢ ξηρασίαν ἔχοντ᾽] αὐτόπρεμν’ ἀπόλλυται. οὕτω τούτοις, φησί, κυνολογήσασιν ἐδόθη πιεῖν. εἴρηται δὲ τὸ βρέχειν καὶ ἐπὶ τοῦ πίνειν. Ἀντιφάνης ( II 126 K )· δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν. Εὔβουλος ( II 209 K )· Σίκων ἐγὼ βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος. Β. πέπωκας οὗτος; Α. ..... πέπωκ’ ἐγώ, μὰ Δία τὸν Μενδαῖον.