<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3:1" n="40"><p>ὀρχήσεις δὲ ἐθνικαὶ αἵδε· Λακωνικαί, Τροιζήνιαι,
                     Ἐπιζεφύριοι,| Κρητικαί, Ἰωνικαί, Μαντινικαί, <pb n="v.1.p.49"/> ἃς προκρίνει Ἀριστόξενος (<bibl>FHG II
                        284</bibl>) διὰ τὴν τῶν χειρῶν κίνησιν. οὕτως δ’ ἦν
                     ἔνδοξον καὶ σοφὸν ἡ ὄρχησις ὥστε Πίνδαρος τὸν Ἀπόλλωνα
                     ὀρχηστὴν καλεῖ (<bibl>fr. 148 B4</bibl>)· <quote rend="blockquote"><l>ὀρχήστ’ ἀγλαΐας ἀνάσσων,</l><l>εὐρυφάρετρ’ Ἄπολλον,</l></quote> καὶ Ὅμηρος ἢ τῶν Ὁμηριδῶν τις ἐν τῷ εἰς Ἀπόλλωνα
                     ὕμνῳ φησίν (<bibl>v. 515</bibl>)· <quote rend="blockquote"><l>Ἀπόλλων</l><l>φόρμιγγ’ ἐν χείρεσσιν ἔχων χάριεν κιθάριζε,</l><l>καλὰ καὶ ὕψι βιβάς.</l></quote> Εὔμηλος δὲ ὁ Κορίνθιος ἢ Ἀρκτῖνος τὸν Δία
                     ὀρχούμενόν που παράγει λέγων (<bibl>p. 8 Ki</bibl>)· <quote rend="blockquote"><l>μέσσοισιν δ’ ὠρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε.</l></quote> Θεόφραστος δὲ (<bibl>fr. 92 W</bibl>) πρῶτόν φησιν
                     Ἄνδρωνα τὸν Καταναῖον αὐλητὴν κινήσεις καὶ ῥυθμοὺς ποιῆσαι
                     τῷ σώματι αὐλοῦντα· ὅθεν σικελίζειν τὸ ὀρχεῖσθαι παρὰ τοῖς
                     παλαιοῖς· μεθ’ ὃν Κλεόλαν τὸν Θηβαῖον. ὀρχησταὶ δὲ ἔνδοξοι
                     Βολβὸς μὲν παρὰ Κρατίνῳ καὶ Καλλίᾳ (<bibl>I 121. 698
                        K</bibl>), Ζήνων δὲ ὁ Κρὴς ὁ πάνυ Ἀρταξέρξῃ
                     προσφιλέστατος παρὰ Κτησίᾳ (<bibl>fr. 47 M</bibl>).
                     Ἀλέξανδρος δὲ ἐν τῇ πρὸς Φιλόξενον ἐπιστολῇ μέμνηται
                     Θεοδώρου καὶ Χρυσίππου.</p></div></div></div></body></text></TEI>