ὀρχήσεις δὲ ἐθνικαὶ αἵδε· Λακωνικαί, Τροιζήνιαι, Ἐπιζεφύριοι,| Κρητικαί, Ἰωνικαί, Μαντινικαί, ἃς προκρίνει Ἀριστόξενος ( FHG II 284 ) διὰ τὴν τῶν χειρῶν κίνησιν. οὕτως δ’ ἦν ἔνδοξον καὶ σοφὸν ἡ ὄρχησις ὥστε Πίνδαρος τὸν Ἀπόλλωνα ὀρχηστὴν καλεῖ ( fr. 148 B4 )· ὀρχήστ’ ἀγλαΐας ἀνάσσων, εὐρυφάρετρ’ Ἄπολλον, καὶ Ὅμηρος ἢ τῶν Ὁμηριδῶν τις ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ φησίν ( v. 515 )· Ἀπόλλων φόρμιγγ’ ἐν χείρεσσιν ἔχων χάριεν κιθάριζε, καλὰ καὶ ὕψι βιβάς. Εὔμηλος δὲ ὁ Κορίνθιος ἢ Ἀρκτῖνος τὸν Δία ὀρχούμενόν που παράγει λέγων ( p. 8 Ki )· μέσσοισιν δ’ ὠρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε. Θεόφραστος δὲ ( fr. 92 W ) πρῶτόν φησιν Ἄνδρωνα τὸν Καταναῖον αὐλητὴν κινήσεις καὶ ῥυθμοὺς ποιῆσαι τῷ σώματι αὐλοῦντα· ὅθεν σικελίζειν τὸ ὀρχεῖσθαι παρὰ τοῖς παλαιοῖς· μεθ’ ὃν Κλεόλαν τὸν Θηβαῖον. ὀρχησταὶ δὲ ἔνδοξοι Βολβὸς μὲν παρὰ Κρατίνῳ καὶ Καλλίᾳ ( I 121. 698 K ), Ζήνων δὲ ὁ Κρὴς ὁ πάνυ Ἀρταξέρξῃ προσφιλέστατος παρὰ Κτησίᾳ ( fr. 47 M ). Ἀλέξανδρος δὲ ἐν τῇ πρὸς Φιλόξενον ἐπιστολῇ μέμνηται Θεοδώρου καὶ Χρυσίππου.