<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3:1" n="36"><p>ὅρος οἰκουμένης. δῆμον τὴν Ῥώμην φησί. λέγει δὲ καὶ ὅτι οὐκ
                     ἄν τις σκοποῦ πόρρω τοξεύων λέγοι τὴν Ῥώμην πόλιν ἐπιτομὴν
                     τῆς οἰκουμένης· ἐν ᾗ συνιδεῖν ἔστιν οὕτως πάσας τὰς πόλεις
                     ἱδρυμένας, καὶ κατ’ ἰδίαν δὲ τὰς πολλάς, ὡς Ἀλεξανδρέων μὲν
                     τὴν χρυσῆν, Ἀντιοχέων δὲ τὴν καλήν, Νικομηδέων δὲ τὴν
                     περικαλλῆ, προσέτι τε (<bibl>com. inc. IV 604
                        M</bibl>)<quote rend="blockquote"><l>τὴν λαμπροτάτην πόλεων πασῶν ὁπόσας ὁ Ζεὺς</l><l>ἀναφαίνει,</l></quote> τὰς Ἀθήνας λέγω. ἐπιλείποι δ’ ἄν με οὐχ ἡμέρα μία
                     ἐξαριθμούμενον τὰς ἐν τῇ Ῥωμαίων οὐρανοπόλει
                        <del>Ῥώμῃ</del> ἀριθμουμένας πόλεις, ἀλλὰ πᾶσαι αἱ κατὰ
                     τὸν ἐνιαυτὸν <del>ἀριθμούμεναι</del> διὰ τὸ πλῆθος. καὶ γὰρ
                     ὅλα ἔθνη ἀθρόως αὐτόθι συνῴκισται, ὡς τὸ Καππαδοκῶν καὶ
                     Σκυθῶν καὶ Ποντίων καὶ ἄλλων πλειόνων. οὗτοι οὖν πάντες, ὁ
                     σύμπας δῆμος τῆς οἰκουμένης, τὸν ἐφ’ ἡμῖν, φησί, φιλόσοφον
                     ὀρχηστὴν Μέμφιν ἐκάλεσαν ἀπαρχαίζοντες τὴν διὰ τοῦ σώματος
                     αὐτοῦ κίνησιν τῇ τῶν πόλεων ἀρχαιοτάτῃ καὶ βασιλικωτάτῃ,
                     περὶ ἧς Βακχυλίδης φησί (<bibl>fr. 39 B</bibl>)· <quote rend="blockquote"><l>τὴν ἀχείμαντόν τε Μέμφιν καὶ δονακώδεα Νεῖλον.</l></quote> οὗτος τὴν Πυθαγόρειον φιλοσοφίαν ἐπιδείκνυσιν ἥτις
                        <pb n="v.1.p.45"/> ἐστί, μετὰ σιωπῆς πάνθ’ ἡμῖν
                     ἐμφανίζων σαφέστερον ἢ οἱ τὰς τῶν λόγων τέχνας
                     ἐπαγγελλόμενοι διδάσκειν.</p></div></div></div></body></text></TEI>