Ὅμηρος δὲ τὴν τοῦ μύρου φύσιν εἰδὼς οὐκ εἰσήγαγε μύροις ἀλειφομένους τοὺς ἥρωας πλὴν τὸν Πάριν ἐν οἷς φησὶ ( Il. 3.392 ) ‘κάλλει στίλβων’, ὡς καὶ Ἀφροδίτη κάλλει τὰ πρόσωπα καθαίρει ( σ 192 ). ἀλλ’ οὐδὲ στεφανουμένους εἰσάγει, καίτοι τῷ ἐκ τῆς μεταφορᾶς ὁμοιώματι σημαίνεται ὅτι ᾔδει τὸν στέφανον. φησὶ γοῦν· Od. 10.195 νῆσος, ἣν πέρι πόντος ἀπείριτος ἐστεφάνωτο. καί· Il. 13.376 πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε. παρατηρητέον δὲ καὶ ὅτι ἐν μὲν Ὀδυσσείᾳ ἀπονιζομένους τὰς χεῖρας ποιεῖ πρὶν μεταλαβεῖν τροφῆς, ἐν Ἰλιάδι δὲ τοῦτο ποιοῦντας οὐκ ἔστιν εὑρεῖν. σχολαζόντων γὰρ βίος ὁ ἐν Ὀδυσσείᾳ καὶ διὰ τὴν εἰρήνην τρυφώντων· διὸ οἱ ἐνταῦθα ἐθεράπευον τὸ σῶμα διὰ λουτρῶν καὶ κατανιμμάτων. διὰ τοῦτο καὶ ἀστραγαλίζουσιν ἐν ταύτῃ τῇ πολιτείᾳ καὶ ὀρχοῦνται καὶ σφαιρίζουσιν. Ἡρόδοτος δὲ οὐ καλῶς εἴρηκεν ( I 94 ) ἐπὶ Ἄτυος διὰ λιμὸν εὑρεθῆναι τὰς παιδιάς· πρεσβεύει γὰρ τοῖς χρόνοις τὰ ἡρωικά. οἱ δ’ ἐν τῇ Ἰλιακῇ πολιτείᾳ μονονοὺ βοῶσι ( Pind. fr. 78 B4 )· κλῦθ’ Ἀλαλά, Πολέμου θύγατερ, ἐγχέων προοίμιον.