<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3:1" n="32"><p>προσφάτως δὲ καὶ τὰ βαλανεῖα παρῆκται, τὴν ἀρχὴν οὐδὲ ἔνδον
                     τῆς πόλεως ἐώντων εἶναι αὐτά, ὧν τὸ βλαπτικὸν Ἀντιφάνης
                     δηλοῖ (<bibl>II 118 K</bibl>)· <quote rend="blockquote"><l>εἰς μακαρίαν τὸ λουτρόν, ὡς διέθηκέ με.</l><l>ἑφθὸν κομιδῇ πεποίηκεν· ἀποκναίσειεν ἂν</l><l>κἂν ὁστισοῦν μου λαβόμενος τοῦ δέρματος.</l><l>οὕτω στερεόν <add>τι</add> πρᾶγμα θερμόν ἐσθ᾽
                           ὕδωρ.</l></quote> Ἕρμιππος (<bibl>I 248 K</bibl>)· <quote rend="blockquote"><l>μὰ <add>τὸν</add> Δί᾽, οὐ μέντοι μεθύειν τὸν ἄνδρα
                           χρὴ</l><l>τὸν ἀγαθὸν οὐδὲ θερμολουτεῖν, ἃ σὺ ποιεῖς.</l></quote> ηὔξηται δὲ καὶ ἡ τῶν ὀψοποιῶν περιεργία καὶ ἡ τῶν
                     μυρεψῶν· ὥστ’ ‘οὐδ’ ἂν κολυμβᾶν εἰς κολυμβήθραν μύρου’
                     ἀρκεῖσθαί τις ἂν δύναιτο, φησὶν Ἄλεξις (<bibl>II 403
                        K</bibl>). ἀνθοῦσι δὲ καὶ αἱ τῶν περὶ τὰ πέμματα
                     δημιουργίαι καὶ αἱ περὶ τὰς συνουσίας περιεργίαι, ὥστ᾽
                     ἐπιτεχνᾶσθαι σπόγγους ὑποτίθεσθαι· ἐπακτικὸν γὰρ εἶναι τὸ
                     τοιοῦτον πρὸς ἀφροδισίων πλῆθος. Θεόφραστος δ’ οὕτω φησί
                        (<bibl>h. pl. IX 18, 9</bibl>) τινας ὀχευτικὰς δυνάμεις
                     εἶναι ὡς καὶ μέχρι ἑβδομήκοντα συνουσιῶν ἐπιτελεῖν καὶ τὸ
                     τελευταῖον αὐτοῖς αἷμα ἀποκρίνεσθαι. Φύλαρχος δὲ
                     Σανδρόκοττόν φησι (<bibl>FHG I 344</bibl>) τὸν Ἰνδῶν
                     βασιλέα Σελεύκῳ μεθ’ ὧν ἔπεμψε δώρων ἀποστεῖλαί τινας
                     δυνάμεις στυτικὰς τοιαύτας ὡς ὑπὸ τοὺς πόδας τιθεμένας τῶν
                     συνουσιαζόντων οἷς μὲν ὁρμὰς <pb n="v.1.p.41"/> ἐμποιεῖν
                     ὀρνίθων δίκην, οὓς δὲ καταπαύειν. ηὔξηται δὲ νῦν καὶ ἡ τῆς
                     μουσικῆς διαστροφή, καὶ ἡ περὶ τὰς ἐσθήσεις καὶ ὑποδέσεις
                     ἐπήκμασε πολυτέλεια.</p></div></div></div></body></text></TEI>