δραματουργεῖ δὲ τὸν διάλογον ὁ Ἀθήναιος ζήλῳ Πλατωνικῷ ( cf. Plat. Phaed. init. )· οὕτως γοῦν ἄρχεται· ‘αὐτός, ὦ Ἀθήναιε, μετειληφὼς τῆς καλῆς ἐκείνης συνουσίας τῶν νῦν ἐπικληθέντων δειπνοσοφιστῶν, ἥτις ἀνὰ τὴν πόλιν πολυθρύλητος ἐγένετο, ἢ παρ’ ἄλλου μαθὼν τοῖς ἑταίροις διεξῄεις’; ‘αὐτός, ὦ Τιμόκρατες, μετασχών’. ‘ἆρ’ οὖν ἐθελήσεις καὶ ἡμῖν τῶν καλῶν ἐπικυλικίων λόγων μεταδοῦναι — τρὶς δ’ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον, ὥς πού φησιν ὁ Κυρηναῖος ποιητής ( Eratosth. fr. 37 Hill ) — ἢ παρ’ ἄλλου τινὸς ἡμᾶς ἀναπυνθάνεσθαι δεῖ;’