<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3:1" n="28"><p>ἐχρῶντο δὲ καὶ αὐλοῖς καὶ σύριγξιν <add>οἱ</add> ἥρωες. ὁ
                     γοῦν Ἀγαμέμνων (<bibl n="Hom. Od. 10.13">Il. 10.13</bibl>)
                     ‘αὐλῶν συρίγγων τ’ ἐνοπὴν’ ἀκούει. εἰς δὲ τὰ συμπόσια οὐ
                     παρήγαγε· πλὴν ἐν τῇ Ὁπλοποιίᾳ (<bibl n="Hom. Od. 18.495">
                        Il. 18.495</bibl>) γάμων γινομένων αὐλῶν μνημονεύει.
                     τοῖς δὲ βαρβάροις ἀποδίδωσι τοὺς αὐλούς· παρὰ Τρωσὶ γοῦν ἦν
                     αὐλῶν συρίγγων τ’ ἐνοπή.</p><p>ἔσπενδον δὲ ἀπὸ τῶν δείπνων ἀναλύοντες καὶ τὰς σπονδὰς
                     ἐποιοῦντο Ἑρμῇ (<bibl n="Hom. Od. 7.137">Od. 7.137</bibl>)
                     καὶ οὐχ ὡς ὕστερον Διὶ τελείῳ. δοκεῖ γὰρ Ἑρμῆς ὕπνου
                     προστάτης εἶναι. σπένδουσι δ’ αὐτῷ καὶ ἐπὶ ταῖς γλώσσαις
                        (<bibl n="Hom. Od. 3.341">Od. 3.341</bibl>) ἐκ τῶν
                     δείπνων ἀπιόντες. προσνέμονται δ’ αὐτῷ αἱ γλῶσσαι διὰ τὴν
                     ἑρμηνείαν.</p><p>οἶδε δ’ Ὅμηρος καὶ ποικίλας ἐδωδάς· λέγει γοῦν (<bibl n="Hom. Od. 6.76">Od. 6.76</bibl>) ‘ἐδωδὴν παντοίην’ καὶ
                        (<bibl n="Hom. Od. 3.480">Od. 3.480</bibl>) ‘ὄψα οἷα
                     ἔδουσι διοτρεφέες βασιλῆες.’ οἶδε δὲ καὶ πᾶσαν τὴν νῦν
                     πολυτέλειαν. οἴκων μὲν οὖν λαμπρότατος ὁ Μενελάου. τοιοῦτον
                     δέ τινα ὑφίσταται τῇ κατασκευῇ καὶ λαμπρότητι
                        <add>οἵανπερ</add> Πολύβιος (<bibl>34, 9, 15 Hu</bibl>)
                     Ἴβηρός τινος βασιλέως οἰκίαν· ὃν καὶ ἐζηλωκέναι λέγει τὴν
                     τῶν <pb n="v.1.p.36"/>Φαιάκων τρυφὴν πλὴν τοῦ τοὺς κρατῆρας
                     ἐν μέσῳ τῆς οἰκίας ἑστάναι πλήρεις οἴνου κριθίνου, ἀργυροῦς
                     ὄντας καὶ χρυσοῦς. Ὅμηρος δὲ τοπογραφῶν καὶ τὴν Καλυψοῦς
                     οἰκίαν ἐκπλήττει τὸν Ἑρμῆν (<bibl n="Hom. Od. 5.75">Od.
                        5.75</bibl>).</p><p>ἀπολαυστικὸς δέ ἐστι παρ’ αὐτῷ καὶ ὁ τῶν Φαιάκων βίος·
                     ‘αἰεὶ γὰρ ἡμῖν δαίς τε φίλη κίθαρίς τε’ καὶ τὰ ἑξῆς (<bibl n="Hom. Od. 8.248">Od. 8.248</bibl>)..... ἃ ἔπη (<bibl n="Hom. Od. 9.5">Od. 9.5</bibl>) Ἐρατοσθένης οὕτω
                     γεγράφθαι φησίν· <quote rend="blockquote"><l>οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι</l><l>ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κακότητος ἀπούσης,</l><l>δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ,</l></quote> κακότητος ἀπούσης φάσκων τῆς ἀφροσύνης. ἀδύνατον
                     γὰρ μὴ φρονίμους εἶναι Φαίακας, οἳ μάλα φίλοι εἰσὶ θεοῖσιν,
                     ὡς ἡ Ναυσικάα φησί (<bibl n="Hom. Od. 6.203">Od.
                        6.203</bibl>).</p></div></div></div></body></text></TEI>