πολὺ δὲ τὸ σύντονον καὶ καματηρὸν τῆς περὶ τὴν σφαιριστικὴν ἁμίλλης τό τε κατὰ τοὺς τραχηλισμοὺς ῥωμαλέον. Ἀντιφάνης ( II 125 K )· οἴμοι κακοδαίμων, τὸν τράχηλον ὡς ἔχω. διηγεῖται δὲ τὴν φαινίνδα παιδιὰν οὕτως Ἀντιφάνης ( II 114 K )· σφαῖραν λαβὼν τῷ μὲν διδοὺς ἔχαιρε, τὸν δ’ ἔφευγ’ ἅμα, τοῦ δ’ ἐξέκρουσε, τὸν δ’ ἀνέστησεν πάλιν, κλαγκταῖσι φωναῖς . . . . . . . . . ‘ἔξω, μακράν, παρ’ αὐτόν, ὑπὲρ αὐτόν, κάτω, ἄνω, βραχεῖαν, ἀπόδος ἐν καταστροφῇ.’ ἐκαλεῖτο δὲ φαινίνδα ἀπὸ τῆς ἀφέσεως τῶν σφαιριζόντων, ἢ ὅτι εὑρετὴς αὐτοῦ, ὥς φησιν Ἰόβας ὁ Μαυρούσιος ( FHG III 482 ), Φαινέστιος ὁ παιδοτρίβης. καὶ Ἀντιφάνης ( II 126 K )· φαινίνδα παίζων ᾔεις ἐν Φαινεστίου. ἐφρόντιζον δὲ εὐρυθμίας οἱ σφαιρίζοντες. Δαμόξενος γοῦν φησι ( IV 536 M )· νεανίας τις ἐσφαίριζεν εἷς ἐτῶν ἴσως ἑκκαίδεκ’ ἢ ἑπτακαίδεκα, Κῷος· θεοὺς γὰρ φαίνεθ’ ἡ νῆσος φέρειν. ὃς ἐπεί ποτ’ ἐμβλέψειε τοῖς καθημένοις, ἢ λαμβάνων τὴν σφαῖραν ἢ διδούς, ἅμα πάντες ἐβοῶμεν· ‘. . . . . . . . . . ἡ δ’ εὐρυθμία, τὸ δ’ ἦθος, ἡ τάξις δ’ ὅση.’ ἐν τῷ τι πράττειν ἢ λέγειν ἐφαίνετο τέρας τι κάλλους, ἄνδρες· οὔτ’ ἀκήκοα ἔμπροσθεν οὔθ’ ἑόρακα τοιαύτην χάριν. κακὸν ἄν τι μεῖζον ἔλαβον, εἰ πλείω χρόνον ἔμεινα· καὶ νῦν δ’ οὐχ ὑγιαίνειν μοι δοκῶ. ἐσφαίριζε δ’ οὐκ ἀηδῶς καὶ Κτησίβιος ὁ Χαλκιδεὺς φιλόσοφος· καὶ πολλοὶ διὰ τὴν σφαιρικὴν αὐτῷ συναπεδύοντο τῶν Ἀντιγόνου τοῦ βασιλέως φίλων. συνέγραψε δὲ περὶ σφαιριστικῆς Τιμοκράτης ὁ Λάκων.