<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3:1" n="25"><p>ὀρχήσεις δ’ εἰσὶ παρ’ Ὁμήρῳ αἳ μέν τινες τῶν κυβιστητήρων,
                     αἳ δὲ διὰ τῆς σφαίρας· ἧς τὴν εὕρεσιν Ἀγαλλὶς ἡ Κερκυραία
                     γραμματικὴ Ναυσικάᾳ ἀνατίθησιν ὡς πολίτιδι χαριζομένη,
                     Δικαίαρχος δὲ (<bibl>FHG II 249</bibl>) Σικυωνίοις, Ἵππασος
                     δὲ (<bibl>FHG IV 430</bibl>) Λακεδαιμονίοις ταύτην τε καὶ
                     τὰ γυμνάσια πρώτοις. ταύτην δὲ μόνην τῶν ἡρωίδων Ὅμηρος
                     παράγει σφαιρίζουσαν. διαβόητοι δὲ ἐπὶ σφαιρικῇ Δημοτέλης ὁ
                     Θεοκρίτου τοῦ Χίου σοφιστοῦ ἀδελφὸς καί τις Χαιρεφάνης· ὃς
                     ἀσελγεῖ τινι νέῳ παρακολουθῶν <pb n="v.1.p.32"/> οὐ
                     διελέγετο μέν, ἐκώλυε δὲ πράττειν τὸν νεανίσκον. εἰπόντος
                     δὲ ὅτι ‘Χαιρέφανες, ἐὰν παύσῃ ἀκολουθῶν, πάντα σοι ἔσται
                     παρ’ ἡμῶν,’ ‘ἐγὼ δ’ ἄν, ἔφη, σοὶ διαλεχθείην;’ ‘τί οὖν,
                     εἶπε, παρακολουθεῖς;’ ‘χαίρω σε θεωρῶν, ἔφη, τὸ δὲ ἦθος οὐ
                     δοκιμάζω.’</p><p>ὅτι τὸ φούλλικλον καλούμενον (ἦν δὲ ὡς ἔοικε σφαιρίσκιόν
                     τι) εὗρεν Ἀττικὸς Νεαπολίτης παιδοτρίβης γυμνασίας ἕνεκα
                     Πομπηίου Μάγνου. τὸ δὲ καλούμενον διὰ τῆς σφαίρας ἁρπαστὸν
                     φαινίνδα ἐκαλεῖτο, ὃ ἐγὼ πάντων μάλιστα ἀσπάζομαι.</p></div></div></div></body></text></TEI>