<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3:1" n="20"><p>εὐωχοῦνται δὲ παρ’ Ὁμήρῳ καθήμενοι. οἴονται δέ τινες καὶ
                     ἑκάστῳ τῶν δαιτυμόνων κατ’ ἄνδρα παρακεῖσθαι τράπεζαν. τῷ
                     γοῦν Μέντῃ, φασίν, ἀφικομένῳ πρὸς Τηλέμαχον τῶν τραπεζῶν
                     παρακειμένων ξεστὴ παρετέθη τράπεζα (<bibl n="Hom. Od. 1.138">Od. 1.138</bibl>). οὔκ ἐστι δὲ τοῦτο
                     ἐμφανῶς τοῦ προκειμένου κατασκευαστικόν· δύναται <pb n="v.1.p.26"/> γὰρ ἡ Ἀθηνᾶ ἀπὸ τῆς Τηλεμάχου τραπέζης
                     δαίνυσθαι. παρ’ ὅλην δὲ τὴν συνουσίαν παρέκειντο αἱ
                     τράπεζαι πλήρεις, ὡς παρὰ πολλοῖς τῶν βαρβάρων ἔτι καὶ νῦν
                     ἔθος ἐστί, κατηρεφέες παντοίων ἀγαθῶν, κατὰ Ἀνακρέοντα
                        (<bibl>fr. 121 B4</bibl>). μετὰ δὲ τὴν ἀναχώρησιν αἱ
                     δμωαὶ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον καὶ τράπεζαν καὶ δέπα
                        (<bibl n="Hom. Od. 19.61">Od. 19.61</bibl>). ἰδιάζον δὲ
                     τὸ παρὰ Μενελάῳ εἰσάγει συμπόσιον. δειπνήσαντας γὰρ ποιεῖ
                     ὁμιλοῦντας (<bibl n="Hom. Od. 4.61">Od. 4.61</bibl>)· εἶτ᾽
                     ἀπονιψαμένους ποιεῖ πάλιν δειπνοῦντας καὶ δόρπου ἐξαῦτις
                     μεμνημένους (<bibl n="Hom. Od. 4.215">Od. 4.215</bibl>)
                     μετὰ τὸν κλαυθμόν. τῷ δὲ μὴ αἴρεσθαι τὰς τραπέζας
                     ἐναντιοῦσθαι δοκεῖ τὸ ἐν Ἰλιάδι· <cit><bibl n="Hom. Od. 24.476">Il. 24.476</bibl><quote rend="blockquote"><l>ἔσθων καὶ πίνων, ἔτι καὶ παρέκειτο τράπεζα.</l></quote></cit> ἀναγνωστέον οὖν οὕτω· <quote rend="blockquote"><l>ἔσθων καὶ πίνων ἔτι, καὶ παρέκειτο τράπεζα,</l></quote> ἢ τὸν καιρὸν αἰτιᾶσθαι τὸν παρόντα δεῖ. πῶς γὰρ ἦν
                     πρέπον τῷ Ἀχιλλεῖ πενθοῦντι παρακεῖσθαι τράπεζαν καθάπερ
                     τοῖς εὐωχουμένοις παρ’ ὅλην τὴν συνουσίαν; παρετίθεντο δὲ
                     οἱ μὲν ἄρτοι σὺν τοῖς κανοῖς, τὰ δὲ δεῖπνα κρέα μόνον ἦν
                     ὀπτά. ‘ζωμὸν δὲ οὐκ ἐποίει Ὅμηρος θύων βοῦς <quote rend="blockquote"><l>οὐδ’ ἧψεν κρέα</l><l>οὐδ’ ἐγκέφαλον· ὤπτα δὲ καὶ τὰς κοιλίας.</l><l>οὕτω σφόδρ’ ἦν ἀρχαῖος,’</l></quote> Ἀντιφάνης φησί (<bibl>II 124 K</bibl>).</p></div></div></div></body></text></TEI>