εὐωχοῦνται δὲ παρ’ Ὁμήρῳ καθήμενοι. οἴονται δέ τινες καὶ ἑκάστῳ τῶν δαιτυμόνων κατ’ ἄνδρα παρακεῖσθαι τράπεζαν. τῷ γοῦν Μέντῃ, φασίν, ἀφικομένῳ πρὸς Τηλέμαχον τῶν τραπεζῶν παρακειμένων ξεστὴ παρετέθη τράπεζα ( Od. 1.138 ). οὔκ ἐστι δὲ τοῦτο ἐμφανῶς τοῦ προκειμένου κατασκευαστικόν· δύναται γὰρ ἡ Ἀθηνᾶ ἀπὸ τῆς Τηλεμάχου τραπέζης δαίνυσθαι. παρ’ ὅλην δὲ τὴν συνουσίαν παρέκειντο αἱ τράπεζαι πλήρεις, ὡς παρὰ πολλοῖς τῶν βαρβάρων ἔτι καὶ νῦν ἔθος ἐστί, κατηρεφέες παντοίων ἀγαθῶν, κατὰ Ἀνακρέοντα ( fr. 121 B4 ). μετὰ δὲ τὴν ἀναχώρησιν αἱ δμωαὶ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον καὶ τράπεζαν καὶ δέπα ( Od. 19.61 ). ἰδιάζον δὲ τὸ παρὰ Μενελάῳ εἰσάγει συμπόσιον. δειπνήσαντας γὰρ ποιεῖ ὁμιλοῦντας ( Od. 4.61 )· εἶτ᾽ ἀπονιψαμένους ποιεῖ πάλιν δειπνοῦντας καὶ δόρπου ἐξαῦτις μεμνημένους ( Od. 4.215 ) μετὰ τὸν κλαυθμόν. τῷ δὲ μὴ αἴρεσθαι τὰς τραπέζας ἐναντιοῦσθαι δοκεῖ τὸ ἐν Ἰλιάδι· Il. 24.476 ἔσθων καὶ πίνων, ἔτι καὶ παρέκειτο τράπεζα. ἀναγνωστέον οὖν οὕτω· ἔσθων καὶ πίνων ἔτι, καὶ παρέκειτο τράπεζα, ἢ τὸν καιρὸν αἰτιᾶσθαι τὸν παρόντα δεῖ. πῶς γὰρ ἦν πρέπον τῷ Ἀχιλλεῖ πενθοῦντι παρακεῖσθαι τράπεζαν καθάπερ τοῖς εὐωχουμένοις παρ’ ὅλην τὴν συνουσίαν; παρετίθεντο δὲ οἱ μὲν ἄρτοι σὺν τοῖς κανοῖς, τὰ δὲ δεῖπνα κρέα μόνον ἦν ὀπτά. ‘ζωμὸν δὲ οὐκ ἐποίει Ὅμηρος θύων βοῦς οὐδ’ ἧψεν κρέα οὐδ’ ἐγκέφαλον· ὤπτα δὲ καὶ τὰς κοιλίας. οὕτω σφόδρ’ ἦν ἀρχαῖος,’ Ἀντιφάνης φησί ( II 124 K ).