<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3:1" n="19"><p>ὅτι τροφαῖς ἐχρῶντο <add>οἱ</add> ἥρωες παρ’ Ὁμήρῳ πρῶτον
                     μὲν τῷ καλουμένῳ ἀκρατίσματι, ὃ λέγει ἄριστον· οὗ ἅπαξ
                     μέμνηται ἐν Ὀδυσσείᾳ (<bibl n="Hom. Od. 16.2">Od.
                        16.2</bibl>)· ‘Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντ᾽
                     ἄριστον κειαμένω πῦρ,’ καὶ ἅπαξ ἐν Ἰλιάδι· <cit><bibl n="Hom. Od. 24.124">Il. 24.124</bibl><quote rend="blockquote"><l>ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ’ ἄριστον.</l></quote></cit> λέγει δὲ τὸ πρωινὸν ἔμβρωμα, ὃ ἡμεῖς ἀκρατισμὸν
                     καλοῦμεν διὰ τὸ ἐν ἀκράτῳ βρέχειν καὶ προσίεσθαι ψωμούς, ὡς
                     Ἀντιφάνης (<bibl>II 126 K</bibl>)· <quote rend="blockquote"><l>ἄριστον ἐν ὅσῳ .... ὁ μάγειρος ποιεῖ,</l></quote> εἶτ’ ἐπάγει· <quote rend="blockquote"><l>συνακρατίσασθαι πῶς ἔχεις μετ’ ἐμοῦ;</l></quote> καὶ Κάνθαρος (<bibl>I 766 K</bibl>)· <quote rend="blockquote"><l>οὐκοῦν ἀκρατισώμεθ’ αὐτοῦ. Β. μηδαμῶς·</l><l>Ἰσθμοῖ γὰρ ἀριστήσομεν.</l></quote> Ἀριστομένης (<bibl>I 693 K</bibl>)· <pb n="v.1.p.25"/>
                     <quote rend="blockquote"><l>ἀκρατιοῦμαι μικρόν, εἶθ’ ἥξω πάλιν,</l><l>ἄρτου δὶς ἢ τρὶς ἀποδακών.</l></quote> Φιλήμων δέ φησιν ὅτι τροφαῖς <num>δʹ</num> ἐχρῶντο
                     οἱ παλαιοί, ἀκρατίσματι, ἀρίστῳ, ἑσπερίσματι, δείπνῳ. τὸν
                     μὲν οὖν ἀκρατισμὸν διανηστισμὸν ἔλεγον, τὸ δ’ ἄριστον
                     ...... δορπηστόν, τὸ δὲ δεῖπνον ἐπιδορπίδα. ἐστὶ δ’ ἡ τάξις
                     καὶ παρ’ Αἰσχύλῳ τῶν ὀνομάτων ἐν οἷς ὁ Παλαμήδης πεποίηται
                     λέγων (<bibl>fr. 176 N</bibl>)· <quote rend="blockquote"><l>καὶ ταξιάρχας καὶ στρατάρχας καὶ ἑκατοντάρχας</l><l>ἔταξα. σῖτον δ’ εἰδέναι διώρισα</l><l>ἄριστα, δεῖπνα, δόρπα δ’ αἱρεῖσθαι τρίτα.</l></quote> τῆς δὲ τετάρτης τροφῆς οὕτως Ὅμηρος μέμνηται
                        (<bibl n="Hom. Od. 17.599">Od. 17.599</bibl>)· ‘σὺ δ᾽
                     ἔρχεο δειελιήσας’, ὃ καλοῦσί τινες δειλινόν, ὅ ἐστι μεταξὺ
                     τοῦ ὑφ’ ἡμῶν λεγομένου ἀρίστου καὶ δείπνου. καὶ ἄριστον μέν
                     ἐστι τὸ ὑπὸ τὴν ἕω λαμβανόμενον, δεῖπνον δὲ τὸ μεσημβρινόν,
                     ὃ ἡμεῖς ἄριστον, δόρπον δὲ τὸ ἑσπερινόν. μήποτε δὲ καὶ
                     συνωνυμεῖ τὸ ἄριστον τῷ δείπνῳ. ἐπὶ γὰρ τῆς πρωινῆς που
                     τροφῆς ἔφη (<bibl n="Hom. Il. 8.53">Il. 8.53. 54</bibl>)·
                     ‘οἳ δ’ ἄρα δεῖπνον ἕλοντο, ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο.’ μετὰ
                     γὰρ τὴν ἀνατολὴν εὐθὺς δειπνοποιησάμενοι προέρχονται εἰς
                     τὴν μάχην.</p></div></div></div></body></text></TEI>