<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0008.tlg001.perseus-grc3:1" n="17"><p>διὸ οὐδὲν θαυμαστὸν τοὺς οὕτω τεθραμμένους ἀφλεγμάντους
                     εἶναι τὰ σώματα καὶ τὰς ψυχάς. ἐνδεικνύμενος οὖν καὶ τὴν
                     εὐταξίαν ὡς ὑγιεινόν ἐστι καὶ εὔχρηστον καὶ κοινὸν τὸν
                     σοφώτατον Νέστορα πεποίηκε (<bibl n="Hom. Od. 11.639">Il.
                        11.639</bibl>) Μαχάονι τῷ ἰατρῷ τετρωμένῳ τὸν δεξιὸν
                     ὦμον προσφέροντα οἶνον, ταῖς <pb n="v.1.p.22"/> φλεγμοναῖς
                     ἐναντιώτατον ὄντα, καὶ τοῦτον Πράμνειον, ὃν ἴδμεν παχὺν καὶ
                     πολύτροφον (οὐ δίψης ἄκος, ἀλλ’ ἐμφορήσεως ἕνεκα· πεπωκότι
                     γοῦν παρακελεύεται συνεχῶς τοῦτο ποιεῖν· ‘σὺ μέν, φησί
                        (<bibl n="Hom. Od. 14.5">Il. 14.5</bibl>),
                        <add>πῖνε</add> καθήμενος), καὶ ἐπιξύοντα τυρὸν αἴγειον,
                     ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον (<bibl n="Hom. Od. 11.630">Il.
                        11.630</bibl>), ἵνα πλεῖον πίνῃ, καίτοι ἀλλαχοῦ λέγων
                        (<bibl n="Hom. Il. 6.265">Il. 6.265</bibl>) τὸν οἶνον
                     ἐκλύειν τὴν ἰσχὺν καὶ ἀπογυιοῦν. περὶ δὲ τοῦ Ἕκτορος Ἑκάβη
                        (<bibl n="Hom. Il. 6.258">Il. 6.258</bibl>) οἰομένη
                     μενεῖν αὐτὸν τὸ καταλειπόμενον τῆς ἡμέρας παρακαλεῖ πιεῖν
                     σπείσαντα, προτρεπομένη εἰς θυμηδίαν· ὃ δ’ ὑπερτίθεται πρὸς
                     πρᾶξιν ἐξιών. καὶ ἣ μὲν ἀπερισπάστως ἐπαινεῖ τὸν οἶνον, ὃ
                     δὲ μετὰ ἄσθματος ἥκων ἀπωθεῖται· καὶ ἣ μὲν ἀξιοῖ σπείσαντα
                     πιεῖν, ὃ δὲ καθῃμαγμένος ἀσεβὲς ἡγεῖται. οἶδε δὲ ὁ Ὅμηρος
                     καὶ τὸ ὠφέλιμον καὶ τὸ σύμμετρον τοῦ οἴνου <add>ἐν</add>
                     οἷς τὸν χανδὸν ἕλκοντα αὐτὸν βλάπτεσθαι φησί (<bibl n="Hom. Od. 22.294">Od. 22.294</bibl>). καὶ κράσεων δὲ
                     γένη διάφορα ἐπίσταται· οὐκ ἂν γὰρ Ἀχιλλεὺς τὸ ζωρότερον
                     κεραίρειν διέστειλε (<bibl n="Hom. Il. 9.203">Il.
                        9.203</bibl>), μὴ οὔσης τινὸς καθημερινῆς κράσεως. ἴσως
                     οὖν οὐκ ἐγίνωσκεν αὐτὸν εὐδιαφόρητον ἄνευ στερεμνίου σιτίου
                     μίγματος, ὃ τοῖς ἰατροῖς διὰ τὴν τέχνην ἐστὶ δῆλον· τοῖς
                     γοῦν καρδιακοῖς μετὰ οἴνου σιτῶδες ἀναμίσγουσί τι πρὸς
                     κατοχὴν τῆς δυνάμεως. ἀλλ’ ἐκεῖνος τῷ μὲν Μαχάονι μετ᾽
                     ἀλφίτου καὶ τυροῦ δέδωκε τὸν οἶνον, τὸν δ’ Ὀδυσσέα ποιεῖ
                     συνάπτοντα τὴν ἀπὸ τῶν σιτίων καὶ οἴνου ὠφέλειαν (<bibl n="Hom. Od. 19.167">Il. 19.167</bibl>)· <pb n="v.1.p.23"/>
                     <quote rend="blockquote"><l>ὃς δέ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς.</l></quote> τῷ δὲ κωθωνιζομένῳ δίδωσι τὸν ἡδύποτον, οὕτω
                     καλέσας αὐτόν· <cit><bibl n="Hom. Od. 2.340">Od. 2.340</bibl><quote rend="blockquote"><l>ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο.</l></quote></cit>
                  </p></div></div></div></body></text></TEI>