Οἴκοι τὰ Μιλήσια: ἐπὶ τῶν ὅποι μὴ προςήκει τὴν τρυφὴν ἐπιδεικνυμένων. Ἀρισταγόρας ὁ Μιλήσιος ἐλθών ποτε εἰς Λακεδαίμονα ἠξίου βοηθεῖν τοῖς Ἴωσι πολεμουμένοις ὑπὸ Περσῶν· ἐδημηγόρει δὲ ἐσθῆτα ἔχων πολυτελῆ καὶ τὴν ἄλλην τρυφὴν τὴν Ἰωνικήν· εἶπεν οὖν τις πρὸς αὐτὸν τῶν Ἐφόρων, Οἴκοι τὰ Μιλήσια. Αἱ Χάρητος ὑποσχέσεις: ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων. Χάρης γὰρ στρατηγὸς Ἀθηναῖος προχείρως πολλὰ ἐπηγγείλατο. Ὀπισαμβώ: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἐν τοῖς πράγμασι προβαινόντων ἀεί· παρὰ τὸ ὀπίσω βαίνειν. Εὐδαίμων ὁ Κορίνθιος **: κώμη ἐστὶ πλησίον τῆς Κορίνθου ** κατάφυτος· ὡς τῶν ἐν τῇ κώμῃ ὁμολογούντων μὲν Κόρινθον εἶναι εὐδαίμονα, αἱρουμένων δὲ ἥττονα κώμην ἔχειν. Τυδεὺς ἐκ συφορβίου: ἐπὶ τῶν ἀπαιδεύτων. Οἰνεὺς τὴν θυγατέρα Ἱππονόου Περίβοιαν ἐβιάσατο· γνοὺς δὲ αὐτὴν ἔγκυον οὖσαν ὁ πατὴρ συφορβοῖς παρέδωκε μετὰ τοῦ γενομένου παιδίου Τυδέως.