<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg141.perseus-grc2" type="edition" xml:lang="grc"><div n="7" subtype="section" type="textpart"><milestone n="15" unit="tlnum"/><p rend="indent">καίτοι τῆς γε δόξης καὶ τοῦ εἶναι φύσιν εὐσεβῶν χῶρον <quote rend="blockquote"><l>τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα κάτω, </l><l> φοινικορόδοις ἐνὶ λειμώνεσσι, <milestone n="20" unit="tlnum"/> </l><l> καὶ τοῖσιν ἀκάρπων μὲν ἀνθηρῶν </l><l> καὶ σκυθίων δένδρων ἄνθεσι τεθηλὸς </l><l> ἀναπέπταται πεδίον</l></quote> <pb xml:id="v.6.p.486"/> καὶ ποταμοί τινες ἄκλυστοι καὶ λεῖοι διαρρέουσι, καὶ διατριβὰς ἔχουσιν ἐν μνήμαις καὶ λόγοις τῶν γεγονότων καὶ ὄντων παραπέμποντες αὑτοὺς καὶ συνόντες. ἡ δὲ τρίτη τῶν ἀνοσίως βεβιωκότων <milestone n="5" unit="tlnum"/> <milestone n="1130d" unit="stephpage" xml:id="stephpage-1130d"/> καὶ παρανόμως ὁδός ἐστιν, εἰς ἔρεβός τι καὶ βάραθρον ὠθοῦσα τὰς ψυχὰς <quote rend="blockquote"><l>ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον </l><l> βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοί</l></quote> δεχόμενοι καὶ ἀποκρύπτοντες ἀγνοίᾳ καὶ λήθῃ τοὺς <milestone n="10" unit="tlnum"/> κολαζομένους. οὐ γὰρ οὔτε γῦπες κειμένων ἐν γῇ τῶν πονηρῶν κείρουσιν ἀεὶ τὸ ἧπαρ· κατακέκαυται γὰρ ἢ κατασέσηπεν οὔτε βαρῶν τινων ἀχθοφορίαι θλίβουσι καὶ καταπονοῦσι τὰ σώματα τῶν κολαζομένων <quote rend="blockquote">οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν.</quote> <milestone n="15" unit="tlnum"/> οὐδʼ ἔστιν ὑπόλειμμα σώματος τοῖς τεθνηκόσι τιμωρίας ἀπέρεισιν ἀντιτύπου δέξασθαι δυνάμενον· ἀλλʼ <milestone n="1130e" unit="stephpage" xml:id="stephpage-1130e"/> ἓν κολαστήριον ὡς ἀληθῶς τῶν κακῶς βιωσάντων, ἀδοξία καὶ ἄγνοια καὶ παντελῶς ἀφανισμός, ὃς αἴρων εἰς τὸν ἀμειδῆ ποταμὸν ἀπὸ τῆς Λήθης καταποντίζει <milestone n="20" unit="tlnum"/> εἰς ἄβυσσον καὶ ἀχανὲς πέλαγος, ἀχρηστίαν καὶ ἀπραξίαν καὶ πᾶσάν ἄγνοιαν καὶ ἀδοξίαν συνεφελκόμενον.</p></div></div></body></text></TEI>