<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg141.perseus-grc2" type="edition" xml:lang="grc"><div n="6" subtype="section" type="textpart"><p rend="indent">δοκῶ δʼ ἐγὼ καὶ τὸ ζῆν αὐτὸ καὶ ὅλως τὸ <milestone n="5" unit="tlnum"/> <milestone n="1129f" unit="stephpage" xml:id="stephpage-1129f"/> φῦναι καὶ μετασχεῖν ἀνθρώπῳ γενέσεως εἰς γνῶσιν ὑπὸ θεοῦ δοθῆναι· ἔστι δʼ ἄδηλος καὶ ἄγνωστος ἐν τῷ παντὶ πόλῳ καὶ κατὰ μικρὰ καὶ σποράδην φερόμενος· ὅταν δὲ γένηται, συνερχόμενος αὑτῷ καὶ λαμβάνων μέγεθος ἐκλάμπει καὶ καθίσταται δῆλος ἐξ <milestone n="10" unit="tlnum"/> ἀδήλου καὶ φανερὸς ἐξ ἀφανοῦς. οὐ γὰρ εἰς οὐσίαν ὁδὸς ἡ γνῶσις ὡς ἔνιοι λέγουσιν, ἀλλʼ οὐσίας εἰς γνῶσιν· οὐ γὰρ ποιεῖ τῶν γιγνομένων ἕκαστον ἀλλὰ <milestone n="1130a" unit="stephpage" xml:id="stephpage-1130a"/> δείκνυσιν· ὥσπερ οὐδʼ ἡ φθορὰ τοῦ ὄντος ἄρσις εἰς τὸ μὴ ὄν ἐστιν, ἀλλὰ μᾶλλον εἰς τὸ ἄδηλον ἀπαγωγὴ <milestone n="15" unit="tlnum"/> τοῦ διαλυθέντος. ὅθεν δὴ τὸν μὲν ἣλιον Ἀπόλλωνα κατὰ τοὺς πατρίους καὶ παλαιοὺς θεσμοὺς νομίζοντες Δήλιον καὶ Πύθιον προσαγορεύουσι· τὸν δὲ τῆς ἐναντίας κύριον μοίρας, εἴτε θεὸς εἴτε δαίμων ἐστίν, Ἅιδην ὀνομάζουσιν, ὡς ἂν εἰς ἀειδὲς <milestone n="20" unit="tlnum"/> καὶ ἀόρατον ἡμῶν, ὅταν διαλυθῶμεν, βαδιζόντων <quote rend="blockquote">νυκτὸς ἀιδνᾶς ἀεργηλοῖὸ θʼ ὕπνου κοίρανον.</quote> οἶμαι δὲ καὶ τὸν ἄνθρωπον αὐτὸν οὑτωσὶ φῶτα καλεῖν τοὺς παλαιούς, ὅτι τοῦ γιγνώσκεσθαι καὶ γιγνώσκειν ἑκάστῳ διὰ συγγένειαν ἔρως ἰσχυρὸς <milestone n="25" unit="tlnum"/> <milestone n="1130b" unit="stephpage" xml:id="stephpage-1130b"/> ἐμπέφυκεν. αὐτήν τε τὴν ψυχὴν ἔνιοι τῶν <pb xml:id="v.6.p.485"/> φιλοσόφων φῶς εἶναι τῇ οὐσίᾳ νομίζουσιν, ἄλλοις τε, χρώμενοι τεκμηρίοις καὶ ὅτι τῶν ὄντων μάλιστα τὴν μὲν ἄγνοιαν ἡ ψυχὴ δυσανασχετεῖ καὶ πᾶν τὸ ἀφεγγὲς ἐξαιρεῖ καὶ ταράττεται πρὸς τὰ σκοτεινά, <milestone n="5" unit="tlnum"/> φόβου καὶ ὑποψίας ὄντα πλήρη πρὸς αὐτήν ἡδὺ δʼ αὐτῇ καὶ ποθεινὸν οὕτω τὸ φῶς ἐστιν, ὥστε μηδʼ ἄλλῳ τινὶ τῶν φύσει τερπνῶν ἄνευ φωτὸς ὑπὸ σκότους χαίρειν, ἀλλὰ τοῦτο πᾶσαν ἡδονὴν καὶ πᾶσαν διατριβὴν καὶ ἀπόλαυσιν, ὥσπερ τι κοινὸν <milestone n="10" unit="tlnum"/> ἥδυσμα καταμιγνύμενον, ἱλαρὰν ποιεῖ καὶ φιλάνθρωπον. ὁ δʼ εἰς τὴν ἄγνοιαν αὑτὸν ἐμβαλὼν καὶ σκότος περιαμπισχόμενος καὶ κενοταφῶν τὸν βίον <milestone n="1130c" unit="stephpage" xml:id="stephpage-1130c"/> ἔοικεν αὐτὴν βαρύνεσθαι τὴν γένεσιν καὶ ἀπαυδᾶν πρὸς τὸ εἶναι. </p></div><div n="7" subtype="section" type="textpart"><milestone n="15" unit="tlnum"/><p rend="indent">καίτοι τῆς γε δόξης καὶ τοῦ εἶναι φύσιν εὐσεβῶν χῶρον <quote rend="blockquote"><l>τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα κάτω, </l><l> φοινικορόδοις ἐνὶ λειμώνεσσι, <milestone n="20" unit="tlnum"/> </l><l> καὶ τοῖσιν ἀκάρπων μὲν ἀνθηρῶν </l><l> καὶ σκυθίων δένδρων ἄνθεσι τεθηλὸς </l><l> ἀναπέπταται πεδίον</l></quote> <pb xml:id="v.6.p.486"/> καὶ ποταμοί τινες ἄκλυστοι καὶ λεῖοι διαρρέουσι, καὶ διατριβὰς ἔχουσιν ἐν μνήμαις καὶ λόγοις τῶν γεγονότων καὶ ὄντων παραπέμποντες αὑτοὺς καὶ συνόντες. ἡ δὲ τρίτη τῶν ἀνοσίως βεβιωκότων <milestone n="5" unit="tlnum"/> <milestone n="1130d" unit="stephpage" xml:id="stephpage-1130d"/> καὶ παρανόμως ὁδός ἐστιν, εἰς ἔρεβός τι καὶ βάραθρον ὠθοῦσα τὰς ψυχὰς <quote rend="blockquote"><l>ἔνθεν τὸν ἄπειρον ἐρεύγονται σκότον </l><l> βληχροὶ δνοφερᾶς νυκτὸς ποταμοί</l></quote> δεχόμενοι καὶ ἀποκρύπτοντες ἀγνοίᾳ καὶ λήθῃ τοὺς <milestone n="10" unit="tlnum"/> κολαζομένους. οὐ γὰρ οὔτε γῦπες κειμένων ἐν γῇ τῶν πονηρῶν κείρουσιν ἀεὶ τὸ ἧπαρ· κατακέκαυται γὰρ ἢ κατασέσηπεν οὔτε βαρῶν τινων ἀχθοφορίαι θλίβουσι καὶ καταπονοῦσι τὰ σώματα τῶν κολαζομένων <quote rend="blockquote">οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν.</quote> <milestone n="15" unit="tlnum"/> οὐδʼ ἔστιν ὑπόλειμμα σώματος τοῖς τεθνηκόσι τιμωρίας ἀπέρεισιν ἀντιτύπου δέξασθαι δυνάμενον· ἀλλʼ <milestone n="1130e" unit="stephpage" xml:id="stephpage-1130e"/> ἓν κολαστήριον ὡς ἀληθῶς τῶν κακῶς βιωσάντων, ἀδοξία καὶ ἄγνοια καὶ παντελῶς ἀφανισμός, ὃς αἴρων εἰς τὸν ἀμειδῆ ποταμὸν ἀπὸ τῆς Λήθης καταποντίζει <milestone n="20" unit="tlnum"/> εἰς ἄβυσσον καὶ ἀχανὲς πέλαγος, ἀχρηστίαν καὶ ἀπραξίαν καὶ πᾶσάν ἄγνοιαν καὶ ἀδοξίαν συνεφελκόμενον.</p></div></div></body></text></TEI>