<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg141.perseus-grc2" type="edition" xml:lang="grc"><div n="5" subtype="section" type="textpart"><p rend="indent">οὐχ ὁρᾷς, ὅτι νυκτὸς μὲν ἐπιούσης τά τε σώματα δυσεργεῖς βαρύτητες ἴσχουσι καὶ τὰς ψυχὰς <milestone n="1129e" unit="stephpage" xml:id="stephpage-1129e"/> ὄκνοι καταλαμβάνουσιν ἀδρανεῖς, καὶ συσταλεὶς; ὁ <milestone n="15" unit="tlnum"/> λογισμὸς εἰς ἑαυτὸν ὥσπερ πῦρ ἀμαυρὸν ὑπʼ ἀργίας καὶ κατηφείας <q>μακρὰν διεσπασμέναις πάλλεται φαντασίαις,</q> ὅσον αὐτὸ τὸ ζῆν τὸν ἄνθρωπον ὑποσημαίνειν; <quote rend="blockquote">ἦμος δʼ ἠπεροπῆας; ἀπεπτοίησεν ὀνείρους</quote> <milestone n="20" unit="tlnum"/> <q>ὁ ἥλιος ἀνασχὼν</q> καὶ καθάπερ εἰς ταὐτὸ συμμίξας ἐπέστρεψε καὶ συνώρμησε τῷ φωτὶ τὰς πράξεις καὶ τὰς νοήσεις τὰς ἁπάντων, ὥς φησι Δημόκριτος <q>νέα <pb xml:id="v.6.p.484"/> ἐφʼ ἡμέρῃ φρονέοντες</q> ἅνθρωποι, τῇ πρὸς ἀλλήλους ὁρμῇ καθάπερ ἀρτήματι συντόνῳ σπασθέντες, ἄλλος ἀλλαχόθεν ἐπὶ τὰς πράξεις ἀνίστανται. </p></div></div></body></text></TEI>