οὐχ ὁρᾷς, ὅτι νυκτὸς μὲν ἐπιούσης τά τε σώματα δυσεργεῖς βαρύτητες ἴσχουσι καὶ τὰς ψυχὰς ὄκνοι καταλαμβάνουσιν ἀδρανεῖς, καὶ συσταλεὶς; ὁ λογισμὸς εἰς ἑαυτὸν ὥσπερ πῦρ ἀμαυρὸν ὑπʼ ἀργίας καὶ κατηφείας μακρὰν διεσπασμέναις πάλλεται φαντασίαις, ὅσον αὐτὸ τὸ ζῆν τὸν ἄνθρωπον ὑποσημαίνειν; ἦμος δʼ ἠπεροπῆας; ἀπεπτοίησεν ὀνείρους ὁ ἥλιος ἀνασχὼν καὶ καθάπερ εἰς ταὐτὸ συμμίξας ἐπέστρεψε καὶ συνώρμησε τῷ φωτὶ τὰς πράξεις καὶ τὰς νοήσεις τὰς ἁπάντων, ὥς φησι Δημόκριτος νέα ἐφʼ ἡμέρῃ φρονέοντες ἅνθρωποι, τῇ πρὸς ἀλλήλους ὁρμῇ καθάπερ ἀρτήματι συντόνῳ σπασθέντες, ἄλλος ἀλλαχόθεν ἐπὶ τὰς πράξεις ἀνίστανται.