εἰ δʼ ἐκ τοῦ βίου καθάπερ ἐκ συμποσίου φῶς ἀναιρεῖς τὴν γνῶσιν, ὡς πάντα ποιεῖν ἐξ ἡδονῆς πρὸς ἡδονὴν λανθάνουσαν, λάθε βιώσας. πάνυ μὲν οὖν, ἂν μεθʼ Ἡδείας βιοῦν μέλλω τῆς ἑταίρας καὶ Λεοντίῳ συγκαταζῆν καὶ τῷ καλῷ προσπτύειν καὶ τἀγαθόν ἐν σαρκὶ καὶ γαργαλισμοῖς τίθεσθαι· ταῦτα δεῖται σκότους τὰ τέλη, ταῦτα νυκτός, ἐπὶ ταῦτα τὴν λήθην καὶ τὴν ἄγνοιαν. ἐὰν δέ τις ἐν μὲν φυσικοῖς θεὸν ὑμνῇ καὶ δίκην καὶ πρόνοιαν, ἐν δʼ ἠθικοῖς; νόμον καὶ κοινωνίαν καὶ πολιτείαν, ἐν δὲ πολιτείᾳ τὸ καλὸν ἀλλὰ μὴ τὴν χρείαν, διὰ τί λάθῃ βιώσας; ἵνα μηδένα παιδεύσῃ ἢ μηδενὶ ζηλωτὸς ἀρετῆς μηδὲ παράδειγμα καλὸν γένηται; εἰ Θεμιστοκλῆς Ἀθηναίους ἐλάνθανεν, οὐκ ἂν ἡ Ἑλλὰς ἀπεώσατο Ξέρξην· εἰ Ῥωμαίους Κάμιλλος, οὐκ ἂν ἡ Ῥώμη πόλις ἔμεινεν· εἰ Δίωνα Πλάτων, οὐκ ἂν ἠλευθερώθη ἡ Σικελία. ὧσπερ δέ, οἶμαι, τὸ φῶς οὐ μόνον φανεροὺς ἀλλὰ καὶ χρησίμους καθίστησιν ἡμᾶς ἀλλήλοις, οὕτως ἡ γνῶσις οὐ μόνον δόξαν ἀλλὰ καὶ πρᾶξιν ταῖς ἀρεταῖς δίδωσιν. Ἐπαμεινώνδας γοῦν εἰς τεσσαρακοστὸν ἔτος ἀγνοηθείς οὐδὲν ὤνησε Θηβαίους ὕστερον δὲ πιστευθεὶς καὶ ἄρξας τὴν μὲν πόλιν ἀπολλυμένην ἔσωσε, τὴν δʼ Ἑλλάδα δουλεύουσαν ἠλευθέρωσε, καθάπερ ἐν φωτὶ τῇ δόξῃ τὴν ἀρετὴν ἐνεργὸν ἐπὶ καιροῦ παρασχόμενος λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐγενὴς χαλκός· χρόνῳ δʼ ἀργῆσαν ἤμυσεν οὐ μόνον στέγος ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ ἦθος ἀνδρός, οἷον εὐρῶτα καὶ γῆρας ἐν ἀπραξίᾳ διʼ ἀγνοίας ἐφελκόμενον. ἡσυχία δὲ κωφὴ καὶ βίος ἑδραῖος ἐπὶ σχολῆς ἀποκείμενος οὐ μόνον σῶμα ἀλλὰ καὶ ψυχὴν μαραίνει· καὶ καθάπερ τὰ λανθάνοντα τῶν ὑδάτων τῷ περισκιάζεσθαι καὶ καθῆσθαι μὴ ἀπορρέοντα σήπεται, οὕτω τῶν ἀκινήτων βίων, ὡς ἔοικεν, ἄν τι χρήσιμον ἔχωσι, φθείρονται καὶ ἀπογηράσκουσιν αἱ σύμφυτοι δυνάμεις. οὐχ ὁρᾷς, ὅτι νυκτὸς μὲν ἐπιούσης τά τε σώματα δυσεργεῖς βαρύτητες ἴσχουσι καὶ τὰς ψυχὰς ὄκνοι καταλαμβάνουσιν ἀδρανεῖς, καὶ συσταλεὶς; ὁ λογισμὸς εἰς ἑαυτὸν ὥσπερ πῦρ ἀμαυρὸν ὑπʼ ἀργίας καὶ κατηφείας μακρὰν διεσπασμέναις πάλλεται φαντασίαις, ὅσον αὐτὸ τὸ ζῆν τὸν ἄνθρωπον ὑποσημαίνειν; ἦμος δʼ ἠπεροπῆας; ἀπεπτοίησεν ὀνείρους ὁ ἥλιος ἀνασχὼν καὶ καθάπερ εἰς ταὐτὸ συμμίξας ἐπέστρεψε καὶ συνώρμησε τῷ φωτὶ τὰς πράξεις καὶ τὰς νοήσεις τὰς ἁπάντων, ὥς φησι Δημόκριτος νέα ἐφʼ ἡμέρῃ φρονέοντες ἅνθρωποι, τῇ πρὸς ἀλλήλους ὁρμῇ καθάπερ ἀρτήματι συντόνῳ σπασθέντες, ἄλλος ἀλλαχόθεν ἐπὶ τὰς πράξεις ἀνίστανται.