<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg141.perseus-grc2" type="edition" xml:lang="grc"><div n="3" subtype="section" type="textpart"><milestone n="1128f" unit="stephpage" xml:id="stephpage-1128f"/><p rend="indent">καὶ μὴν εἴ γε τοῖς χρηστοῖς λανθάνειν καὶ ἀγνοεῖσθαι παραινεῖς, Ἐπαμεινώνδᾳ λέγεις <q>μὴ στρατήγει</q> <milestone n="10" unit="tlnum"/>καὶ Λυκούργῳ <q>μὴ νομοθέτει</q> καὶ Θρασυβούλῳ <q>μὴ τυραννοκτόνει</q> καὶ Πυθαγόρᾳ <q>μὴ παίδευε</q> καὶ Σωκράτει <q>μὴ διαλέγου·</q> καὶ σεαυτῷ πρῶτον Ἐπίκουρε, μὴ γράφε τοῖς ἐν Ἀσίᾳ φίλοις <milestone n="1129a" unit="stephpage" xml:id="stephpage-1129a"/> μηδὲ τοῖς ἀπʼ Αἰγύπτου ξενολόγει μηδὲ τοὺς Λαμψακηνῶν <milestone n="15" unit="tlnum"/> ἐφήβους δορυφόρει· μηδὲ διάπεμπε βίβλους, πᾶσι καὶ πάσαις ἐπιδεικνύμενος τὴν σοφίαν, μηδὲ διατάσσου περὶ ταφῆς. τί γὰρ αἱ κοιναὶ τράπεζαι; τί δʼ αἱ τῶν ἐπιτηδείων καὶ καλῶν σύνοδοι; τί δʼ αἱ τοσαῦται μυριάδες στίχων ἐπὶ Μητρόδωρον, ἐπʼ <milestone n="20" unit="tlnum"/>Ἀριστόβουλον, ἐπὶ Χαιρέδημον γραφόμεναι καὶ συντασσόμεναι φιλοπόνως; ἵνα μηδʼ ἀποθανόντες λάθωσιν, ἢ ἵνʼ ἀμνηστίαν νομοθετῇς ἀρετῇ καὶ ἀπραξίαν τέχνῃ καὶ σιωπὴν φιλοσοφίᾳ καὶ λήθην εὐπραγίᾳ; </p></div></div></body></text></TEI>