<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg141.perseus-grc2" type="edition" xml:lang="grc"><div n="2" subtype="section" type="textpart"><milestone n="5" unit="tlnum"/><p rend="indent">ἀλλὰ τοῦτο μὲν ἐῶμεν· αὐτὸ δὲ τὸ πρᾶγμα πῶς οὐ πονηρόν, λάθε βιώσας; ὡς τυμβωρυχήσας; ἀλλʼ αἰσχρόν ἐστι τὸ ζῆν, ἵνʼ ἀγνοῶμεν πάντες; ἐγὼ <milestone n="1128d" unit="stephpage" xml:id="stephpage-1128d"/> δʼ ἂν εἴποιμι, μηδὲ κακῶς βιώσας λάθε, ἀλλὰ γνώσθητι σωφρονίσθητι μετανόησον εἴτʼ ἀρετὴν ἔχεις, <milestone n="10" unit="tlnum"/> μὴ γένῃ ἄχρηστος εἴτε κακίαν, μὴ μείνῃς ἀθεράπευτος. μᾶλλον δὲ διελοῦ καὶ διόρισον, τίνι τοῦτο προστάττεις· εἰ μὲν ἀμαθεῖ καὶ πονηρῷ καὶ ἀγνώμονι, οὐδὲν διαφέρεις τοῦ λέγοντος, λάθε καὶ πυρέττων, λάθε φρενιτίζων, μὴ γνῷ σε ὁ ἰατρός· <milestone n="15" unit="tlnum"/> ἴθι ῥίψας ποι κατὰ σκότου σεαυτόν, ἀγνοούμενος ὁμοῦ τοῖς πάθεσι· καὶ σὺ ἴθι τῇ κακίᾳ νόσον ἀνήκεστον νοσῶν καὶ ὀλέθριον, ἀποκρύπτων τοὺς φθόνους, τὰς δεισιδαιμονίας, ὥσπερ τινὰς σφυγμούς, δεδιὼς παρασχεῖν τοῖς νουθετεῖν καὶ ἰᾶσθαι δυναμένοις. <milestone n="20" unit="tlnum"/> <milestone n="1128e" unit="stephpage" xml:id="stephpage-1128e"/> οἱ δὲ σφόδρα παλαιοὶ καὶ τοὺς νοσοῦντας φανερῶς προῆγον· τούτων δʼ ἕκαστος εἴ τι πρόσφορον ἔχοι, παθὼν αὐτὸς ἢ παθόντα θεραπεύσας, ἔφραζε τῷ δεομένῳ· καὶ τέχνην οὕτω φασὶν ἐκ πείρας συνερανιζομένην μεγάλην γενέσθαι. ἔδει δὴ <pb xml:id="v.6.p.481"/> καὶ τοὺς νοσώδεις βίους καὶ τὰ τῆς ψυχῆς πᾶσιν ἀπογυμνοῦν καὶ ἅπτεσθαι καὶ λέγειν ἑκάστων ἐπισκοποῦντα τὰς διαθέσεις <q>ὀργίζῃ; τοῦτο φύλαξαι· ζηλοτυπεῖς; ἐκεῖνο ποίησον· ἐρᾷς; κἀγώ <milestone n="5" unit="tlnum"/> ποτʼ ἠράσθην ἀλλὰ μετενόησα</q> νῦν δʼ ἀρνούμενοι, ἀποκρυπτόμενοι, περιστέλλοντες, ἐμβαθύνουσι τὴν κακίαν ἑαυτοῖς. </p></div></div></body></text></TEI>