<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg141.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="1128a" unit="stephpage" xml:id="stephpage-1128a"/>ἀλλʼ οὐδʼ ὁ τοῦτʼ εἰπὼν λαθεῖν ἠθέλησεν αὐτὸ γὰρ τοῦτʼ εἶπεν, ἵνα μὴ λάθῃ, ὥς τι φρονῶν <milestone n="5" unit="tlnum"/> <milestone n="1128b" unit="stephpage" xml:id="stephpage-1128b"/> περιττότερον· ἐκ τῆς εἰς ἀδοξίαν προτροπῆς δόξαν ἄδικον ποριζόμενος· <quote rend="blockquote">μισῶ σοφιστήν, ὅστις οὐχ αὑτῷ σοφός·</quote> τοὺς μὲν γὰρ περὶ Φιλόξενον τὸν Ἐρύξιδος καὶ Γνάθωνα τὸν Σικελιώτην ἐπτοημένους περὶ τὰ ὄψα <milestone n="10" unit="tlnum"/> λέγουσιν ἐναπομύττεσθαι ταῖς παροψίσιν, ὅπως τοὺς συνεσθίοντας διατρέψαντες αὐτοὶ μόνοι τῶν παρακειμένων ἐμφορηθῶσιν οἱ δʼ ἀκράτως φιλόδοξοι καὶ κατακόρως διαβάλλουσιν ἑτέροις τὴν δόξαν ὥσπερ ἀντερασταῖς, ἵνα τυγχάνωσιν αὐτῆς ἀνανταγωνίστως <milestone n="15" unit="tlnum"/> <milestone n="1128c" unit="stephpage" xml:id="stephpage-1128c"/> καὶ ταὐτὰ τοῖς ἐρέσσουσι ποιοῦσιν· ὡς γὰρ ἐκεῖνοι, πρὸς τὴν πρύμναν ἀφορῶντες τῆς νεώς, τῇ κατὰ πρῷραν ὁρμῇ συνεργοῦσιν, ὡς ἂν ἐκ τῆς ἀνακοπῆς περίρροια καταλαμβάνουσα συνεπωθῇ τὸ πορθμεῖον, οὕτως οἱ τὰ τοιαῦτα παραγγέλματα <pb xml:id="v.6.p.480"/> διδόντες ὥσπερ ἀπεστραμμένοι τὴν δόξαν διώκουσιν. ἐπεὶ τί λέγειν ἔδει τοῦτο; τί δὲ γράφειν καὶ γράψαντα ἐκδιδόναι πρὸς τὸν μετὰ ταῦτα χρόνον, εἰ λαθεῖν ἐβούλετο τοὺς ὄντας ὁ μηδὲ τοὺς ἐσομένους; </p></div></div></body></text></TEI>