<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg140.perseus-grc2"><div type="textpart" subtype="section" n="16"><p rend="indent"><q>ἀλλʼ αὐτὸν ἡδέως ἂν ἐροίμην τὸν κατήγορον, <milestone unit="tlnum" n="10"/> εἰ τοῖς ἑαυτῶν πράγμασι τὴν διαφορὰν οὐκ ἐνορῶσι ταύτην, καθʼ ἣν τὰ μὲν μόνιμα καὶ ἄτρεπτα ταῖς οὐσίαις ἐστίν, ὡς λέγουσι καὶ <q>τὰς ἀτόμους ἀπαθείᾳ καὶ στερρότητι πάντα χρόνον ὡσαύτως ἔχειν, τὰ δὲ συγκρίματα πάντα ῥευστὰ καὶ μεταβλητὰ καὶ γιγνόμενα <milestone unit="tlnum" n="15"/> καὶ ἀπολλύμεν</q> εἶναι, μυρίων μὲν εἰδώλων ἀπερχομένων ἀεὶ καὶ ῥεόντων, μυρίων δʼ ὡς εἰκὸς ἑτέρων ἐκ τοῦ περιέχοντος ἐπιρρεόντων καὶ ἀναπληρούντων τὸ ἄθροισμα, ποικιλλόμενον ὑπὸ τῆς ἐξαλλαγῆς ταύτης καὶ μετακεραννύμενον, ἅτε δὴ καὶ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-1116d" n="1116d"/> τῶν ἐν βάθει τοῦ συγκρίματος ἀτόμων οὐδέποτε λῆξαι κινήσεως οὐδὲ παλμῶν πρὸς ἀλλήλας δυναμένων ὥσπερ αὐτοὶ λέγουσιν· ἀλλʼ ἔστι μὲν ἐν τοῖς πράγμασιν ἡ τοιαύτη διαφορὰ τῆς οὐσίας· σοφώτερος δὲ τοῦ Πλάτωνος ὁ Ἐπίκουρος, πάνθʼ <milestone unit="tlnum" n="25"/> ὁμοίως ὄντα προσαγορεύει, τὸ ἀναφὲς κενόν, τὸ ἀντερεῖδον σῶμα, τὰς ἀρχάς, τὰ συγκρίματα κοινῆς <pb xml:id="v.6.p.448"/> ναὶ μὰ Δίʼ ἡγούμενος οὐσίας μετέχειν τὸ ἀίδιον τῷ γιγνομένῳ, τὸ ἀνώλεθρον τῷ φθειρομένῳ, τὰς ἀπαθεῖς καὶ διαρκεῖς καὶ ἀμεταβλήτους καὶ μηδέποτε τοῦ εἶναι δυναμένας ἐκπεσεῖν φύσεις ταύταις <milestone unit="tlnum" n="5"/> ὧν ἐν τῷ πάσχειν καὶ μεταβάλλειν τὸ εἶναι, ταῖς <milestone unit="stephpage" xml:id="stephpage-1116e" n="1116e"/> μηδένα χρόνον ὡσαύτως; ἐχούσαις. εἰ δὲ δὴ καὶ ὡς ἔνι μάλιστα διήμαρτε τούτοις ὁ Πλάτων, ὀνομάτων ὤφειλε συγχύσεως εὐθύνας ὑπέχειν τοῖς ἀκριβέστερον ἑλληνίζουσι τούτοις καὶ καθαρώτερον διαλεγομένοις, <milestone unit="tlnum" n="10"/> οὐχ ὡς ἀναιρῶν τὰ πράγματα καὶ τοῦ ζῆν ἐξάγων ἡμᾶς αἰτίαν ἔχειν, ὅτι τὰ γιγνόμενα οὐκ ὄντα, καθάπερ οὗτοι, προσηγόρευσεν.</q></p></div><div type="textpart" subtype="section" n="17"><p rend="indent"><q>ἀλλʼ ἐπεὶ τὸν Σωκράτην μετὰ τὸν Παρμενίδην ὑπερέβημεν, ἀναληπτέος εὐθὺς οὖν τὸν ἀφʼ <milestone unit="tlnum" n="15"/> ἱερᾶς κεκίνηκεν ὁ Κωλώτης· καὶ διηγησάμενος ὅτι χρησμὸν ἐκ Δελφῶν περὶ Σωκράτους ἀνήνεγκε Χαιρεφῶν, <milestone unit="stephpage" xml:id="stephpage-1116f" n="1116f"/> ὃν ἴσμεν ἅπαντες, ταῦτʼ ἐπείρηκε <q>τὸ μὲν οὖν τοῦ Χαιρεφῶντος διὰ τὸ τελέως σοφιστικὸν καὶ φορτικὸν διήγημα εἶναι παρήσομεν</q> φορτικὸς οὖν <milestone unit="tlnum" n="20"/> ὁ Πλάτων ὁ τοῦτον ἀναγράψας τὸν χρησμόν, ἵνα τοὺς ἄλλους ἐάσω. φορτικώτεροι δὲ Λακεδαιμόνιοι, τὸν περὶ Λυκούργου χρησμὸν ἐν ταῖς παλαιοτάταις ἀναγραφαῖς ἔχοντες σοφιστικὸν δʼ ἦν διήγημα τὸ <pb xml:id="v.6.p.449"/> Θεμιστοκλέους, ᾧ πείσας Ἀθηναίους τὴν πόλιν ἐκλιπεῖν <milestone unit="stephpage" xml:id="stephpage-1117a" n="1117a"/> κατεναυμάχησε τὸν βάρβαρον φορτικοὶ δʼ οἱ τῆς Ἑλλάδος νομοθέται, τὰ μέγιστα καὶ πλεῖστα τῶν ἱερῶν πυθόχρηστα καθιστάντες. εἰ τοίνυν ὁ <milestone unit="tlnum" n="5"/> περὶ Σωκράτους, ἀνδρὸς εἰς ἀρετὴν θεολήπτου γενομένου, χρησμὸς ἀνενεχθεὶς ὡς σοφοῦ, φορτικὸς ἦν καὶ σοφιστικός, τίνι προσείπωμεν ἀξίως ὀνόματι τοὺς ὑμετέρους <q>βρόμους</q> καὶ <q>ὀλολυγμούς</q> καὶ <q>κροτοθορύβους</q> καὶ <q>σεβάσεις</q> καὶ <q>ἐπιθειάσεις</q> , αἷς <milestone unit="tlnum" n="10"/> προστρέπεσθε καὶ καθυμνεῖτε τὸν ἐφʼ ἡδονὰς παρακαλοῦντα συνεχεῖς καὶ πυκνάς; ὃς ἐν τῇ πρὸς Ἀνάξαρχον ἐπιστολῇ ταυτὶ γέγραφεν ἐγὼ <q>δʼ ἐφʼ ἡδονὰς συνεχεῖς παρακαλῶ καὶ οὐκ ἐπʼ ἀρετάς, κενὰς καὶ ματαίας καὶ ταραχώδεις ἐχούσας τῶν καρπῶν τὰς ἐλπίδας.</q> <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-1117b" n="1117b"/> ἀλλʼ ὅμως ὁ μὲν Μητρόδωρος τὸν Τίμαρχον παρακαλῶν φησι <q>ποιήσωμέν τι καλὸν ἐπὶ καλοῖς, μονονοὺ καταδύντες ταῖς ὁμοιοπαθείαις καὶ ἀπαλλαγέντες ἐκ τοῦ χαμαὶ βίου εἰς τὰ Ἐπικούρου ὡς ἀληθῶς θεόφαντα ὄργια</q> Κωλώτης δʼ αὐτὸς ἀκροώμενος <milestone unit="tlnum" n="20"/>Ἐπικούρου φυσιολογοῦντος ἄφνω τοῖς γόνασιν αὐτοῦ προσέπεσε, καὶ ταῦτα γράφει σεμνυνόμενος αὐτὸς Ἐπίκουρος <q>ὡς σεβομένῳ γάρ σοι τὰ τόθʼ ὑφʼ ἡμῶν λεγόμενα προσέπεσεν ἐπιθύμημα ἀφυσιολόγητον τοῦ περιπλακῆναι ἡμῖν γονάτων ἐφαπτόμενον <milestone unit="tlnum" n="25"/> καὶ πάσης τῆς εἰθισμένης ἐπιλήψεως γίγνεσθαι, κατὰ <pb xml:id="v.6.p.450"/> <milestone unit="stephpage" xml:id="stephpage-1117c" n="1117c"/> τὰς σεβάσεις τιμῶν καὶ λιτάς· ἐποίεις οὖν</q> φησί, <q>καὶ ἡμᾶς ἀνθιεροῦν σὲ αὐτὸν καὶ ἀντισέβεσθαι</q> συγγνωστὰ νὴ Δία τοῖς λέγουσιν ὡς παντὸς ἂν πρίαιντο τῆς ὄψεως; ἐκείνης εἰκόνα γεγραμμένην θεάσασθαι, <milestone unit="tlnum" n="5"/> τοῦ μὲν προσπίπτοντος εἰς γόνατα καὶ περιπλεκομένου τοῦ δʼ ἀντιλιτανεύοντος καὶ ἀντιπροσκυνοῦντος. οὐ μέντοι τὸ θεράπευμα τοῦτο, καίπερ εὖ τῷ Κωλώτῃ συντεθέν, ἔσχε καρπὸν ἄξιον· οὐ γὰρ ἀνηγορεύθη σοφὸς ἀλλὰ μόνον <q>ἄφθαρτός μοι <milestone unit="tlnum" n="10"/> περιπάτει</q> φησὶ <q>καὶ ἡμᾶς ἀφθάρτους διανοοῦ.</q> </q></p></div><div type="textpart" subtype="section" n="18"><p rend="indent"><q>τοιαῦτα μέντοι ῥήματα καὶ κινήματα καὶ πάθη συνειδότες αὑτοῖς ἑτέρους φορτικοὺς ἀποκαλοῦσι. <milestone unit="stephpage" xml:id="stephpage-1117d" n="1117d"/>καὶ δῆτα καὶ προθεὶς ὁ Κωλώτης τὰ σοφὰ ταῦτα · καὶ καλὰ περὶ τῶν αἰσθήσεων, ὅτι <q>σιτία <milestone unit="tlnum" n="15"/> προσαγόμεθα καὶ οὐ χόρτον, καὶ τοὺς ποταμούς, ὅταν ὦσι μεγάλοι, πλοίοις διαπερῶμεν, ὅταν δʼ εὐδιάβατοι γένωνται, τοῖς ποσίν,</q> ἐπιπεφώνηκεν <q>ἀλλὰ γὰρ ἀλαζόνας ἐπετήδευσας λόγους, ὦ Σώκρατες καὶ ἕτερα μὲν διελέγου τοῖς ἐντυγχάνουσιν ἕτερα <milestone unit="tlnum" n="20"/> δʼ ἔπραττες.</q> πῶς γὰρ οὐκ ἀλαζόνες οἱ Σωκράτους λόγοι, μηδὲν αὐτοῦ εἰδέναι φάσκοντος ἀλλὰ μανθάνειν ἀεὶ καὶ ζητεῖν τἀληθές; εἰ δὲ τοιαύταις, ὦ Κωλῶτα, Σωκράτους φωναῖς περιέπεσες, οἵας Ἐπίκουρος γράφει πρὸς Ἰδομενέα <q>πέμπε οὖν ἀπαρχὰς <pb xml:id="v.6.p.451"/> <milestone unit="stephpage" xml:id="stephpage-1117e" n="1117e"/> ἡμῖν εἰς τὴν τοῦ ἱεροῦ σώματος θεραπείαν ὑπέρ τε αὑτοῦ καί τέκνων· οὕτω γάρ μοι λέγειν ἐπέρχεται</q> τίσιν ἂν ῥήμασιν ἀγροικοτέροις ἐχρήσω; καὶ μὴν ὅτι Σωκράτης ἄλλα μὲν ἔλεγεν ἄλλα δʼ ἔπραττε, <milestone unit="tlnum" n="5"/> θαυμαστῶς μαρτυρεῖ σοι τὰ ἐπὶ Δηλίῳ τὰ ἐν Ποτιδαίᾳ τὰ ἐπὶ τῶν τριάκοντα τὰ πρὸς Ἀρχέλαον τὰ πρὸς τὸν δῆμον ἡ πενία ὁ θάνατος· οὐ γὰρ ἄξια ταῦτα τῶν Σωκρατικῶν λόγων. ἐκεῖνος ἦν, ὦ μακάριε, κατὰ Σωκράτους ἔλεγχος ἕτερα μὲν λέγοντος <milestone unit="tlnum" n="10"/> ἕτερα δὲ πράττοντος, εἰ τὸ ἡδέως ζῆν τέλος ἐκθέμενος οὕτως ἐβίωσε.</q></p></div><div type="textpart" subtype="section" n="19"><p rend="indent"><q>ταῦτα μὲν οὖν πρὸς τὰς βλασφημίας. ὅτι δέ, οἷς ἐγκαλεῖ περὶ τῶν ἐναργῶν, ἔνοχος αὐτός <milestone unit="stephpage" xml:id="stephpage-1117f" n="1117f"/> ἐστιν, οὐ συνεῖδεν. ἓν γάρ ἐστι τῶν Ἐπικούρου <milestone unit="tlnum" n="15"/> δογμάτων, τὸ μηδὲν ἀμεταπείστως πεπεῖσθαι μηδένα πλὴν τὸν σοφόν. ἐπεὶ τοίνυν ὁ Κωλώτης οὐκ ἦν σοφὸς οὐδὲ μετὰ τὰς σεβάσεις ἐκείνας, ἐρωτάτω πρῶτον ἐκεῖνα τὰ ἐρωτήματα, πῶς σιτία προσάγεται καὶ οὐ χόρτον ἐπιτήδειος ὢν, καὶ τὸ ἱμάτιον τῷ <milestone unit="tlnum" n="20"/> σώματι καὶ οὐ τῷ κίονι περιτίθησι, μήθʼ ἱμάτιον εἶναι τὸ ἱμάτιον μήτε σιτίον τὸ σιτίον ἀμεταπείστως <milestone unit="stephpage" xml:id="stephpage-1118a" n="1118a"/> πεπεισμένος. εἰ δὲ καὶ ταῦτα πράττει καὶ τοὺς ποταμούς, ὅταν ὦσι μεγάλοι, ποσὶν οὐ διέρχεται, <pb xml:id="v.6.p.452"/> καὶ τοὺς ὄφεις φεύγει καὶ τοὺς λύκους, μηδὲν εἶναι τούτων οἷον φαίνεται πεπεισμένος ἀμεταπείστως, ἀλλὰ πράττων ἕκαστα κατὰ τὸ φαινόμενον· οὐδὲ Σωκράτει δήπουθεν ἐμποδὼν ἦν ἡ περὶ τῶν αἰσθήσεων <milestone unit="tlnum" n="5"/> δόξα τοῦ χρῆσθαι τοῖς φαινομένοις ὁμοίως. οὐ γὰρ Κωλώτῃ μὲν ὁ ἄρτος ἄρτος ἐφαίνετο καὶ χόρτος ὁ χόρτος, ὅτι τοὺς διοπετεῖς ἀνεγνώκει Κανόνας· ὁ δὲ Σωκράτης ὑπʼ ἀλαζονείας ἄρτου μὲν <milestone unit="stephpage" xml:id="stephpage-1118b" n="1118b"/> ὡς χόρτου χόρτου δʼ ὡς ἄρτου φαντασίαν ἐλάμβανε. <milestone unit="tlnum" n="10"/> δόγμασι γὰρ ἡμῶν καὶ λόγοις οὗτοι χρῶνται βελτίοσιν οἱ σοφοί· τὸ δʼ αἰσθάνεσθαι καὶ τυποῦσθαι πρὸς τὰ φαινόμενα κοινόν ἐστι πάθος ἀλόγοις περαινόμενον αἰτίαις. ὁ δὲ τὰς αἰσθήσεις λόγος ἐπαγόμενος, ὡς οὐκ ἀκριβεῖς οὐδʼ ἀσφαλεῖς πρὸς <milestone unit="tlnum" n="15"/> πίστιν οὔσας, οὐκ ἀναιρεῖ τὸ φαίνεσθαι τῶν πραγμάτων ἡμῖν ἕκαστον, ἀλλὰ χρωμένοις κατὰ τὸ φαινόμενον ἐπὶ τὰς πράξεις ταῖς αἰσθήσεσι τὸ πιστεύειν ὡς ἀληθέσι πάντῃ καὶ ἀδιαπτώτοις οὐ δίδωσιν αὐταῖς τὸ γὰρ ἀναγκαῖον ἀρκεῖ καὶ χρειῶδες ἀπʼ αὐτῶν, <milestone unit="tlnum" n="20"/> ὅτι βέλτιον ἕτερον οὐκ ἔστιν· ἣν δὲ ποθεῖ φιλόσοφος ψυχὴ λαβεῖν ἐπιστήμην περὶ ἑκάστου καὶ γνῶσιν, οὐκ ἔχουσι.</q></p></div><div type="textpart" subtype="section" n="20"><p rend="indent"><q>περὶ μὲν οὖν τούτων καὶ πάλιν ὁ Κωλώτης <milestone unit="stephpage" xml:id="stephpage-1118c" n="1118c"/> εἰπεῖν παρέξει, ταὐτὰ πολλοῖς ἐγκεκληκώς. ἐν οἷς <milestone unit="tlnum" n="25"/> δὲ κομιδῇ διαγελᾷ καὶ φλαυρίζει τὸν Σωκράτην ζητοῦντα τί ἄνθρωπός ἐστι καὶ νεανιευόμενον, ὥς φησιν, ὅτι μηδʼ αὐτὸς εἰδείη, δῆλος μέν ἐστιν αὐτὸς <pb xml:id="v.6.p.453"/> οὐδέποτε πρὸς τούτῳ γενόμενος· ὁ δʼ Ἡράκλειτος ὡς μέγα τι καὶ σεμνὸν διαπεπραγμένος <q>ἐδιζησάμην</q> φησὶν <q>ἐμεωυτόν,</q> καὶ τῶν ἐν Δελφοῖς γραμμάτων θειότατον ἐδόκει τὸ <q>γνῶθι σαυτόν</q> ὃ δὴ καὶ <milestone unit="tlnum" n="5"/>Σωκράτει ἀπορίας καὶ ζητήσεως ταύτης ἀρχὴν ἐνέδωκεν, ὡς Ἀριστοτέλης ἐν τοῖς Πλατωνικοῖς εἴρηκε· <milestone unit="stephpage" xml:id="stephpage-1118d" n="1118d"/>Κωλώτῃ δὲ γελοῖον δοκεῖ. τί οὖν οὐ καταγελᾷ καὶ τοῦ καθηγεμόνος, τοῦτʼ αὐτὸ πράττοντος, ὁσάκις γράφοι καὶ διαλέγοιτο περὶ οὐσίας ψυχῆς καὶ τοῦ <milestone unit="tlnum" n="10"/> ἀθρόου τῆς καταρχῆς; εἰ γὰρ τὸ ἐξ ἀμφοῖν, ὡς ἀξιοῦσιν αὐτοί, σώματος τοιοῦδε καὶ ψυχῆς, ἄνθρωπός ἐστιν, ὁ ζητῶν ψυχῆς φύσιν ἀνθρώπου ζητεῖ φύσιν ἐκ τῆς κυριωτέρας ἀρχῆς. ὅτι δʼ αὕτη λόγῳ δυσθεώρητος αἰσθήσει δʼ ἄληπτός ἐστι, μὴ παρὰ <milestone unit="tlnum" n="15"/>Σωκράτους <q>σοφιστοῦ καὶ ἀλαζόνος ἀνδρός,</q> ἀλλὰ παρὰ τῶν σοφῶν τούτων λάβωμεν, οἳ μέχρι τῶν περὶ σάρκα τῆς ψυχῆς δυνάμεων, αἷς θερμότητα καὶ μαλακότητα καὶ τόνον παρέχει τῷ σώματι, τὴν <milestone unit="stephpage" xml:id="stephpage-1118e" n="1118e"/> οὐσίαν συμπηγνύντες αὐτῆς ἔκ τινος θερμοῦ καὶ <milestone unit="tlnum" n="20"/> πνευματικοῦ καὶ ἀερώδους οὐκ ἐξικνοῦνται πρὸς τὸ κυριώτατον ἀλλʼ ἀπαγορεύουσι. <q>τὸ γὰρ ᾧ κρίνει καὶ μνημονεύει καὶ φιλεῖ καὶ μισεῖ, καὶ ὅλως τὸ φρόνιμον καὶ λογιστικὸν ἔκ τινος</q> φησιν <q>ἀκατονομάστου ποιότητος ἐπιγίνεσθαι.</q> καὶ ὅτι μὲν αἰσχυνομένης <milestone unit="tlnum" n="25"/> ἐστὶν ἀγνοίας τουτὶ τὸ <q>ἀκατονόμαστον</q> <pb xml:id="v.6.p.454"/>ἐξομολόγησις, οὐκ ἔχειν ὀνομάσαι φασκόντων ὃ μὴ δύνανται καταλαβεῖν, ἴσμεν· <q>ἐχέτω δὲ συγγνώμην καὶ τοῦτο</q> ὡς λέγουσι. φαίνεται γὰρ οὐ φαῦλον οὐδὲ ῥᾴδιον οὐδὲ τοῦ τυχόντος εἶναι καταμαθεῖν <milestone unit="tlnum" n="5"/> ἀλλʼ ἐνδεδυκὸς ἀπόρῳ τινὶ τόπῳ καὶ δεινῶς ἀποκεκρυμμένον, <milestone unit="stephpage" xml:id="stephpage-1118f" n="1118f"/> ᾧ γʼ ὄνομα μηδὲν ἐν τοσούτοις πρὸς δήλωσιν οἰκεῖόν ἐστιν. οὐ Σωκράτης οὖν ἀβέλτερος, ὅστις εἴη ζητῶν ἑαυτόν, ἀλλὰ πάντες, οἷς ἔπεισί τι τῶν ἄλλων πρὸ τούτου ζητεῖν, ὅτι τὴν γνῶσιν ἀναγκαίαν <milestone unit="tlnum" n="10"/> ἔχον οὕτως εὑρεθῆναι χαλεπόν ἐστιν· οὐ γὰρ ἂν ἐλπίσειεν ἑτέρου λαβεῖν ἐπιστήμην, ὃν διαπέφευγε τῶν ἑαυτοῦ τὸ κυριώτατον καταλαβεῖν.</q></p></div></div></body></text></TEI>