τοῖς δὲ πολλοῖς καὶ ἄνευ φόβου περὶ τῶν ἐν Ἅιδου ἡ παρὰ τὸ μυθῶδες τῆς ἀιδιότητος; ἐλπίς καὶ ὁ πόθος τοῦ εἶναι, πάντων ἐρώτων πρεσβύτατος ὢν καὶ μέγιστος, ἡδονῇ θʼ ὑπερβάλλει καὶ γλυκυθυμίᾳ τὸ παιδικὸν ἐκεῖνο δέος. ᾗ καὶ τέκνα καὶ γυναῖκας καὶ φίλους ἀποβάλλοντες; εἶναί που μᾶλλον ἐθέλουσι καὶ διαμένειν κακοπαθοῦντας ἢ παντάπασιν ἐξῃρῆσθαι καὶ διεφθάρθαι καὶ γεγονέναι τὸ μηδέν· ἡδέως δὲ τῶν ὀνομάτων τοῦ μεθίστασθαι τὸν θνήσκοντα καὶ μεταλλάττειν καὶ ὅσα δηλοῖ μεταβολὴν ὄντα τῆς ψυχῆς οὐ φθορὰν τὸν θάνατον ἀκροῶνται καὶ λέγουσιν οὕτως αὐτὰρ ἐγὼ κἀκεῖθι φίλου μεμνήσομʼ ἑταίρου καί τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν; ἐκ δὲ τούτου παρατροπῆς γενομένης, καὶ ὅπλα καὶ σκεύη καὶ ἱμάτια συνήθη τοῖς τεθνηκόσι καὶ ὡς ὁ Μίνως τῷ Γλαύκῳ Κρητικοὺς αὐλοὺς θανούσης κῶλα ποικίλης νεβροῦ συνθάπτοντες ἥδιον ἔχουσι. κἄν τι δόξωσιν. αἰτεῖν καὶ ποθεῖν ἐκείνους, χαίρουσιν ἐπιδιδόντες ὥσπερ ὁ Περίανδρος τῇ γυναικὶ τὸν κόσμον, ὡς δεομένῃ καὶ ῥιγοῦν λεγούσῃ, συγκατέκαυσεν. οἱ δʼ Αἰακοὶ καὶ Ἀσκάλαφοι καὶ Ἀχέροντες οὐ πάνυ διαταράττουσιν, οἷς γε καὶ χοροὺς καὶ θέατρα καὶ μοῦσαν ἡδομένοις παντοδαπὴν γενομένου δεδώκασιν. ἀλλʼ ἐκεῖνο τοῦ θανάτου τὸ πρόσωπον ὡς φοβερὸν καὶ σκυθρωπὸν καὶ σκοτεινὸν ἅπαντες ὑποδειμαίνουσι, τὸ τῆς ἀναισθησίας καὶ λήθης καὶ ἀγνοίας· καὶ πρὸς τὸ ἀπόλωλε καὶ τὸ ἀνῄρηται καὶ τὸ οὐκ ἔστι ταράσσονται καὶ δυσανασχετοῦσι τούτων λεγομένων, ὡς τὸ ἔπειτα κείσεται βαθυδένδρῳ ἐν χθονὶ συμποσίων τε καὶ λυρᾶν ἄμοιρος ἰαχᾶς τε παντερπέος αὐλῶν· καί ἀνδρὸς δὲ ψυχὴ πάλιν ἐλθεῖν οὔτε λεϊστὴ οὔτε ἑλετή, ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων. ἧι καὶ προεπισφάττουσιν οἱ ταυτὶ λέγοντες ἅπαξ ἄνθρωποι γεγόναμεν, δὶς δʼ οὐκ ἔστι γενέσθαι δεῖ δὲ τὸν αἰῶνα μηκέτʼ εἶναι. καὶ γὰρ τὸ παρὸν ὡς μικρὸν μᾶλλον δὲ μηδʼ ὁτιοῦν πρὸς τὰ σύμπαν ἀτιμάσαντες ἀναπόλαυστον προΐενται, καὶ ὀλιγωροῦσιν ἀρετῆς καὶ πράξεως οἷον ἐξαθυμοῦντες καὶ καταφρονοῦντες ἑαυτῶν, ὡς ἐφημέρων καὶ ἀβεβαίων καὶ πρὸς οὐθὲν ἀξιόλογον γεγονότων. τὸ γάρ ἀναισθητεῖν τὸ διαλυθὲν καὶ μηθὲν εἶναι πρὸς ἡμᾶς τὸ ἀναισθητοῦν οὐκ ἀναιρεῖ τὸ τοῦ θανάτου δέος ἀλλʼ ὥσπερ ἀπόδειξιν αὐτοῦ προστίθησιν αὐτὸ γὰρ τοῦτʼ ἐστίν, ὃ δέδοικεν ἡ φύσις ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε τὴν εἰς τὸ μὴ φρονοῦν μηδʼ αἰσθανόμενον διάλυσιν τῆς ψυχῆς, ἣν Ἐπίκουρος εἰς κενὸν καὶ ἀτόμους διασπορὰν ποιῶν ἔτι μᾶλλον ἐκκόπτει τὴν ἐλπίδα τῆς ἀφθαρσίας· διʼ ἣν ὀλίγου δέω λέγειν πάντας εἶναι καὶ πάσας προθύμους τῷ Κερβέρῳ διαδάκνεσθαι καὶ φορεῖν εἰς τὸν ἄτρητον, ὅπως ἐν τῷ εἶναι μόνον διαμένωσι μηδʼ ἀναιρεθῶσι. καίτοι ταῦτα μέν, ὥσπερ ἔφην, οὐ πάνυ πολλοὶ δεδίασι, μητέρων ὄντα καὶ τιτθῶν δόγματα καὶ λόγους μυθώδεις· οἱ δὲ καὶ δεδιότες τελετάς τινας αὖ πάλιν καὶ καθαρμοὺς οἴονται βοηθεῖν, οἷς ἁγνισάμενοι διατελεῖν ἐν Ἅιδου παίζοντες καὶ χορεύοντες ἐν τοῖς αὐγὴν καὶ πνεῦμα καθαρὸν καὶ φθόγγον ἔχουσιν. ἡ δὲ τοῦ ζῆν στέρησις ἐνοχλεῖ καὶ νέους καὶ γέροντας δυσέρωτες γὰρ φαινόμεθ ὄντες τοῦδʼ, ὅττι τόδε στίλβει κατὰ γῆν ὡς Εὐριπίδης φησίν· οὐδὲ ῥᾳδίως οὐδʼ ἀλύπως; ἀκούομεν ὣς ἄρʼ εἰπόντα μιν τηλαυγὲς ἀμβρόσιον ἐλασίππου πρόσωπον ἀπέλιπεν ἁμέρας. διὸ τῇ δόξῃ τῆς ἀθανασίας συναναιροῦσι τὰς ἡδίστας ἐλπίδας καὶ μεγίστας τῶν πολλῶν. τί δῆτα τῶν ἀγαθῶν οἰόμεθα καὶ βεβιωκότων ὁσίως καὶ δικαίως, οἳ κακὸν μὲν οὐδὲν ἐπεῖ τὰ δὲ κάλλιστα καὶ θειότατα προσδοκῶσι; πρῶτον μὲν γὰρ ἀθληταὶ στέφανον οὐκ ἀγωνιζόμενοι λαμβάνουσιν ἀλλʼ ἀγωνισάμενοι καὶ νικήσαντες· οὕτως ἡγούμενοι τοῖς ἀγαθοῖς τὰ νικητήρια τοῦ βίου μετὰ τὸν βίον ὑπάρχειν θαυμάσιον οἷον φρονοῦσι τῇ ἀρετῇ πρὸς ἐκείνας τὰς ἐλπίδας· ἐν αἷς ἐστι καὶ τοὺς νῦν ὑβρίζοντας ὑπὸ πλούτου καὶ δυνάμεως καὶ καταγελῶντας ἀνοήτως τῶν κρειττόνων ἐπιδεῖν ἀξίαν δίκην τίνοντας. ἔπειτα τῆς ἀληθείας καὶ θέας τοῦ ὄντος οὐδεὶς ἐνταῦθα τῶν ἐρώντων ἐνέπλησεν ἑαυτὸν ἱκανῶς, οἷον διʼ ὁμίχλης ἢ νέφους τοῦ σώματος ὑγρῷ καὶ ταραττομένῳ τῷ λογισμῷ χρώμενος, ἀλλʼ ὄρνιθος δίκην ἂνω βλέποντες ὡς ἐκπτησόμενοι τοῦ σώματος εἰς μέγα τι καὶ λαμπρόν, εὐσταλῆ καὶ ἐλαφρὰν ποιοῦσι τὴν ψυχὴν ἀπὸ τῶν θνητῶν, τῷ φιλοσοφεῖν μελέτῃ χρώμενοι τοῦ ἀποθνήσκειν. οὕτω μέγα τι καὶ τέλεον ὄντως ἀγαθὸν ἡγοῦνται τὴν τελευτήν, ὡς βίον ἀληθῆ βιωσομένην ἐκεῖ τὴν ψυχήν, οὐχ ὕπαρ νῦν ζῶσαν ἀλλʼ ὀνείρασιν ὅμοια πάσχουσαν. εἰ τοίνυν ἡδὺ πανταχόθεν ἡ φίλου μνήμη τεθνηκότος ὥσπερ Ἐπίκουρος εἶπε, καὶ ἤδη νοεῖν πάρεστιν ἡλίκης ἑαυτοὺς χαρᾶς ἀποστεροῦσι φάσματα μὲν καὶ εἴδωλα τεθνηκότων ἑταίρων οἰόμενοι δέχεσθαι καὶ θηρεύειν, οἷς οὔτε νοῦς ἐστιν οὔτʼ αἴσθησις, αὐτοῖς δὲ συνέσεσθαι πάλιν ἀληθῶς καὶ τὸν φίλον πατέρα καὶ τὴν φίλην μητέρα καί που γυναῖκα χρηστὴν ὄψεσθαι μὴ προσδοκῶντες, μηδʼ ἔχοντες ἐλπίδα τῆς ὁμιλίας ἐκείνης καὶ φιλοφροσύνης, ἣν ἔχουσιν οἱ ταὐτὰ Πυθαγόρᾳ καὶ Πλάτωνι καὶ Ὁμήρῳ περὶ ψυχῆς δοξάζοντες. ᾧ δʼ ὅμοιόν ἐστιν αὐτῶν τὸ πάθος, Ὅμηρος ὑποδεδήλωκεν, εἴδωλον τοῦ Αἰνείου καταβαλὼν εἰς μέσον τοῖς μαχομένοις ὡς τεθνηκότος, εἶθʼ ὕστερον αὐτὸν ἐκεῖνον ἀναδείξας ζωὸν καὶ ἀρτεμέα προσιόντα καὶ μένος ἐσθλὸν ἔχοντα τοῖς φίλοις οἱ δʼ ἐχάρησαν φησί, καὶ τὸ εἴδωλον μεθέμενοι περιέσχον αὐτόν. οὐκοῦν καὶ ἡμεῖς, τοῦ λόγου δεικνύοντος, ὡς ἔστιν ἐντυχεῖν ἀληθῶς τοῖς τεθνεῶσι καὶ τῷ φιλοῦντι τοῦ φρονοῦντος αὐτοῦ καὶ φιλοῦντος ἅψασθαι καὶ συγγενέσθαι · μὴ δυναμένους μηδʼ ἀπορρῖψαι τὰ εἴδωλα πάντα καὶ τοὺς φλοιούς, ἐν οἷς ὀδυρόμενοι καὶ κεινοπαθοῦντες διατελοῦσιν. ἄνευ δὲ τούτου, οἱ μὲν ἑτέρου βίου τὸν θάνατον ἀρχὴν κρείττονος νομίζοντες, ἐὰν τʼ ἐν ἀγαθοῖς ὦσι, μᾶλλον ἥδονται, μείζονα προσδοκῶντες· ἄν τε μὴ κατὰ γνώμην τῶν ἐνταῦθα τυγχάνωσιν, οὐ πάνυ δυσχεραίνουσιν, ἀλλʼ αἱ τῶν μετὰ τὸν θάνατον ἀγαθῶν καὶ καλῶν ἐλπίδες ἀμηχάνους ἡδονὰς καὶ προσδοκίας ἔχουσαι πᾶν μὲν ἔλλειμμα πᾶν δὲ πρόσκρουσμα τῆς ψυχῆς ἐξαλείφουσι καὶ ἀφανίζουσιν ὥσπερ ἐν ὁδῷ, μᾶλλον δʼ ὁδοῦ παρατροπῇ βραχείᾳ, ῥᾳδίως τὰ συντυγχάνοντα καὶ μετρίως φερούσης. οἷς δʼ ὁ βίος εἰς ἀναισθησίαν περαίνει καὶ διάλυσιν, τούτοις ὁ θάνατος οὐ τῶν κακῶν μεταβολὴν ἀλλὰ καὶ τῶν ἀγαθῶν ἀποβολὴν ἐπιφέρων, ἀμφοτέροις μέν ἐστι λυπηρός, μᾶλλον δὲ τοῖς εὐτυχοῦσιν ἢ τοῖς ἐπιπόνως ζῶσι· τούτων μὲν γὰρ ἀποκόπτει τὴν ἄδηλον ἐλπίδα τοῦ πράξειν ἄμεινον, ἐκείνων δὲ βέβαιον ἀγαθόν, τὸ ἡδέως ζῆν, ἀφαιρεῖται. καὶ καθάπερ οἶμαι τὰ μὴ χρηστὰ τῶν φαρμάκων ἀλλʼ ἀναγκαῖα, οὐ κουφίζοντα τοὺς νοσοῦντας ἐπιτρίβει καὶ λυμαίνεται τοὺς ὑγιαίνοντας, ὁ· οὕτως ὁ Ἐπικούρου λόγος τοῖς μὲν ἀθλίως ζῶσιν οὐκ εὐτυχῆ τελευτὴν ἐπαγγέλλεται τὴν διάλυσιν καὶ ἀναίρεσιν τῆς ψυχῆς· τῶν δὲ φρονίμων καὶ σοφῶν καὶ βρυόντων ἀγαθοῖς παντάπασι κολούει τὸ εὔθυμον, ἐκ τοῦ ζῆν μακαρίως εἰς τὸ μὴ ζῆν μηδʼ εἶναι καταστρέφων. αὐτόθεν μὲν οὖν ἐστι δῆλον, ὡς ἀγαθῶν ἀποβολῆς; ἐπίνοια λυπεῖν πέφυκεν, ὅσον ἐλπίδες βέβαιοι καὶ ἀπολαύσεις εὐφραίνουσι παρόντων. οὐ μὴν ἀλλὰ καὶ λέγουσιν αὑτοῖς κακῶν ἀπαύστων καὶ ἀορίστων λυθεῖσαν ὑποψίαν ἀγαθὸν βεβαιότατον καὶ ἣδιστον ἀπολιπεῖν τὴν ἐπίνοιαν τοῦ λελύσθαι· καὶ τοῦτο ποιεῖν τὸν Ἐπικούρου λόγον, ἱστάντα τοῦ θανάτου τὸ δέος ἐν τῇ διαλύσει τῆς ψυχῆς. εἴπερ οὖν ἥδιστόν ἐστιν ἀπαλλαγὴ προσδοκίας κακῶν ἀπείρων, πῶς οὐκ ἀνιαρὸν αἰωνίων ἀγαθῶν ἐλπίδος στερεῖσθαι καὶ τὴν ἀκροτάτην εὐδαιμονίαν ἀποβαλεῖν; ἀγαθὸν μὲν γὰρ οὐδετέροις ἀλλὰ πᾶσι τοῖς οὖσι τὸ μὴ εἶναι παρὰ φύσιν καὶ ἀλλότριον· ὧν δʼ ἀφαιρεῖ τὰ τοῦ βίου κακὰ τῷ τοῦ θανάτου κακῷ, τὸ ἀναίσθητον ἔχουσι παραμύθιον ὥσπερ ἀποδιδράσκοντες· καὶ τοὐναντίον, οἷς ἐξ, ἀγαθῶν εἰς τὸ μηδὲν ἡ μεταβολή, φοβερώτατον ὁρῶσι τέλος, ἐν ᾧ παύσεται τὸ μακάριον. οὐ γὰρ ὡς ἀρχὴν ἑτέρου τὴν ἀναισθησίαν δέδιεν ἡ φύσις, ἀλλʼ ὅτι τῶν παρόντων ἀγαθῶν στέρησίς ἐστι· τὸ γὰρ οὐ πρὸς ἡμᾶς παντὸς ἀναιρέσει τοῦ ἡμετέρου γιγνόμενον ἤδη πρὸς ἡμᾶς ἐστι τῇ ἐπινοίᾳ· καὶ τὸ ἀναίσθητον οὐ λυπεῖ τότε τοὺς μὴ ὄντας, ἀλλὰ τοὺς ὄντας εἰς τὸ μὴ εἶναι βαπτομένους ὑπʼ αὐτοῦ καὶ μηδʼ ὣς δυσομένους. ὅθεν οὐδʼ ὁ Κέρβερος οὔθʼ ὁ Κωκυτὸς ἀόριστον ἐποίησε τοῦ θανάτου τὸ δέος, ἀλλʼ ἡ τοῦ μὴ ὄντος ἀπειλή, μεταβολὴν εἰς τὸ εἶναι πάλιν οὐκ ἔχουσα τοῖς φθαρεῖσι δὶς γὰρ οὐκ ἔστι γενέσθαι, δεῖ δὲ τὸν αἰῶνα μὴ εἶναι κατʼ Ἐπίκουρον. εἰ γάρ ἐστι πέρας τῷ εἶναι τὸ μὴ εἶναι, τοῦτο δʼ ἀπέραντον καὶ ἀμετάστατον, εὕρηται κακὸν αἰώνιον ἡ τῶν ἀγαθῶν στέρησις, ἀναισθησίαν μηδέποτε παυσομένην. καὶ σοφώτερος Ἡρόδοτος εἰπὼν ὡς ὁ θεὸς γλυκὺν γεύσας τὸν αἰῶνα φθονερὸς ἐν αὐτῷ ὢν φαίνεται · καὶ μάλιστα τοῖς εὐδαιμονεῖν δοκοῦσιν, οἷς δέλεάρ ἐστι λύπης τὸ ἡδύ, γευομένοις ὧν στερήσονται. τίνα γὰρ εὐφροσύνην ἢ ἀπόλαυσιν καὶ βρυασμὸν οὐκ ἂν ἐκκρούσειε καὶ καταγάγοι ἐμπίπτουσα συνεχῶς ἡ ἐπίνοια τῆς ψυχῆς, ὥσπερ εἰς πέλαγος ἀχανὲς τὸ ἄπειρον ἐκχεομένης, τῶν ἐν ἡδονῇ τιθεμένων τὸ καλὸν καὶ μακάριον; εἰ δὲ δὴ καὶ μετʼ ἀλγηδόνος, ὥσπερ Ἐπίκουρος οἴεται, τοῖς πλείστοις ἀπόλλυσθαι συμβαίνει; παντάπασιν ἀπαρηγόρητὸς ἐστιν ὁ τοῦ θανάτου φόβος, εἰς ἀγαθῶν στέρησιν διὰ κακῶν ἄγοντος