<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg138.perseus-grc2" type="edition" xml:lang="grc"><div n="31" subtype="section" type="textpart"><p rend="indent"><said rend="merge" who="#Διαδουμενος"><label resp="perseus">ΔΙΑΔΟΥΜ.</label> ἀλλὰ, μὴ δοκῇ ταῦτα λογικωτέραν ἔχειν τὴν <milestone n="1074e" unit="stephpage" xml:id="stephpage-1074e"/> ἀπορίαν, ἁψώμεθα τῶν φυσικωτέρων. ἐπεὶ τοίνυν <quote rend="blockquote">Ζεὺς ἀρχὴ Ζεὺς μέσσα Διὸς δʼ ἐκ πάντα τέτυκται</quote> ὡς αὐτοὶ λέγουσι, μάλιστα μὲν ἔδει τὰς περὶ θεῶν <milestone n="20" unit="tlnum"/> ἐννοίας, εἴ τι ταραχῶδες ἢ πλανητὸν ἐγγέγονεν αὐταῖς, ἰωμένους ἀπευθύνειν καὶ κατορθοῦν ἐπὶ τὸ βέλτιστον· εἰ δὲ μή, μεθέντας γʼ ἐᾶν ὡς ἔχουσιν ὑπὸ τοῦ νόμου ἕκαστοι καὶ τῆς συνηθείας πρὸς τὸ θεῖον. 
<pb xml:id="v.6.p.329"/> <quote rend="blockquote"><l>οὐ γάρ τι νῦν γε κἀχθὲς ἀλλʼ ἀεί ποτε </l><l>ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη.</l></quote> οἱ δʼ ὥσπερ ἀφʼ ἑστίας ἀρξάμενοι τὰ καθεστῶτα κινεῖν καὶ πάτρια τῆς περὶ θεῶν δόξης οὐδεμίαν, <milestone n="5" unit="tlnum"/> ὡς ἁπλῶς εἰπεῖν, ἔννοιαν ὑγιᾶ καὶ ἀκέραιον ἀπολελοίπασι. <milestone n="1074f" unit="stephpage" xml:id="stephpage-1074f"/> τίς γάρ ἐστιν ἄλλος ἀνθρώπων ἢ γέγονεν, ὃς οὐκ ἄφθαρτον νοεῖ καὶ ἀίδιον τὸ θεῖον; ἢ τί ἐν ταῖς κοιναῖς προλήψεσι περὶ θεῶν ὁμολογουμένως ἀναπεφώνηται μᾶλλον ἢ τὰ τοιαῦτα <milestone n="10" unit="tlnum"/> <quote rend="blockquote">τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα</quote> καί <quote rend="blockquote">ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τʼ ἀν̔θρὡπων</quote> <milestone n="1075a" unit="stephpage" xml:id="stephpage-1075a"/> καὶ τὸ <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote"><l>κεῖνοι γάρ τʼ ἄνοσοι καὶ ἀγήραοι </l><l> πόνων τʼ ἄπειροι, βαρυβόαν </l><l> πορθμὸν πεφευγότες Ἀχέροντος;</l></quote> καὶ ἴσως ἐντύχοι τις ἂν ἔθνεσι βαρβάροις καὶ ἀγρίοις θεὸν μὴ νοοῦσι, θεὸν δὲ νοῶν μὴ νοῶν δʼ <milestone n="20" unit="tlnum"/> ἄφθαρτον μηδʼ ἀίδιον, ἄνθρωπος; οὐδὲ εἷς γέγονεν. οἱ γοῦν ἄθεοι προσαγορευθέντες οὗτοι, Θεόδωροι καὶ Διαγόραι καὶ Ἵππωνες, οὐκ ἐτόλμησαν εἰπεῖν τὸ θεῖον ὅτι φθαρτόν ἐστιν, ἀλλʼ οὐκ ἐπίστευσαν 
<pb xml:id="v.6.p.330"/> ὡς ἔστι τι ἄφθαρτον τοῦ μὲν ἀφθάρτου τὴν ὕπαρξιν μὴ ἀπολείποντες τοῦ δὲ θεοῦ τὴν πρόληψιν φυλάττοντες. ἀλλὰ Χρύσιππος καὶ Κλεάνθης, ἐμπεπληκότες, <milestone n="1075b" unit="stephpage" xml:id="stephpage-1075b"/> ὡς ἔπος εἰπεῖν, τῷ λόγῳ θεῶν τὸν <milestone n="5" unit="tlnum"/> οὐρανὸν τὴν γῆν τὸν ἀέρα τὴν θάλατταν, οὐδένα τῶν τοσούτων ἄφθαρτον οὐδʼ ἀίδιον ἀπολελοίπασι, πλὴν μόνου τοῦ Διός, εἰς ὃν πάντας καταναλίσκουσι τοὺς ἄλλους· ὥστε καὶ τούτῳ τὸ φθείρειν προσεῖναι τοῦ φθείρεσθαι μὴ ἐπιεικέστερον ἀσθενείᾳ <milestone n="10" unit="tlnum"/> γάρ τινι καὶ τὸ μεταβάλλον εἰς ἕτερον φθείρεται καὶ τὸ τοῖς ἄλλοις εἰς ἑαυτὸ φθειρομένοις τρεφόμενον σῴζεται. ταῦτα δʼ οὐχ ὡς ἄλλα πολλὰ τῶν ἀτόπων συλλογιζόμεθα ἔχειν τὰς ὑποθέσεις αὐτῶν καὶ τοῖς δόγμασιν ἕπεσθαι, ἀλλʼ αὐτοὶ μέγα <milestone n="15" unit="tlnum"/> βοῶντες ἐν τοῖς περὶ Θεῶν καὶ Προνοίας Εἱμαρμένης <milestone n="1075c" unit="stephpage" xml:id="stephpage-1075c"/> τε καὶ Φύσεως γράμμασι διαρρήδην λέγουσι τοὺς ἄλλους θεοὺς ἅπαντας εἶναι γεγονότας καὶ φθαρησομένους ὑπὸ πυρός, τηκτοὺς κατʼ αὐτοὺς ὥσπερ κηρίνους ἢ καττιτερίνους ὄντας. ἔστιν οὖν <milestone n="20" unit="tlnum"/> παρὰ τὴν ἔννοιαν, ὡς τὸ ἄνθρωπον ἀθάνατον εἶναι, καὶ τὸ θεὸν θνητὸν εἶναι μᾶλλον δʼ οὐχ ὁρῶ, τίς ἔσται θεοῦ πρὸς ἄνθρωπον διαφορά, εἰ καὶ ὁ θεὸς ζῷον λογικὸν καὶ φθαρτόν ἐστιν. ἢ γὰρ αὖ τὸ σοφὸν τοῦτο καὶ καλὸν ἀντιθῶσι, θνητὸν εἶναι τὸν <milestone n="25" unit="tlnum"/> ἄνθρωπον, οὐ θνητὸν δὲ τὸν θεὸν ἀλλὰ φθαρτόν, ὅρα τὸ συμβαῖνον αὐτοῖς· ἢ γὰρ ἀθάνατον εἶναι 
<pb xml:id="v.6.p.331"/> φήσουσιν ἅμα τὸν θεὸν καὶ φθαρτόν, ἢ μήτε θνητὸν εἶναι μήτε ἀθάνατον. ὧν οὐκ ἔστιν οὐδὲ <milestone n="1075d" unit="stephpage" xml:id="stephpage-1075d"/> πλάττοντας ἐξεπίτηδες ἕτερα παρὰ τὴν κοινὴν ἔννοιαν ὑπερβάλλειν τὴν ἀτοπίαν· λέγω δὲ τοὺς <milestone n="5" unit="tlnum"/> ἄλλους· ἐπεὶ τούτοις γε τῶν ἀτοπωτάτων οὐδὲν ἄρρητον οὐδʼ ἀνεπιχείρητόν ἐστι παρειμένον. ἔτι τοίνυν ἐπαγωνιζόμενος ὁ Κλεάνθης τῇ ἐκπυρώσει, λέγει τὴν σελήνην καὶ τὰ λοιπὰ ἄστρα τὸν ἥλιον ἐξομοιῶσαι πάντα ἑαυτῷ καὶ μεταβαλεῖν εἰς ἑαυτὸν <milestone n="10" unit="tlnum"/> ἀλλʼ ὅτι <gap reason="lost"/> οἱ ἀστέρες θεοὶ ὄντες πρὸς τὴν ἑαυτῶν φθορὰν συνεργοῦσι τῷ ἡλίῳ, συνεργοῦντὲς τι πρὸς τὴν ἐκπύρωσιν, πολὺς ἂν εἴη γέλως ἡμᾶς περὶ σωτηρίας αὐτοῖς προσεύχεσθαι καὶ σωτῆρας <milestone n="1075e" unit="stephpage" xml:id="stephpage-1075e"/> ἀνθρώπων νομίζειν, οἷς κατὰ φύσιν ἔστι τὸ σπεύδειν <milestone n="15" unit="tlnum"/> ἐπὶ τὴν αὑτῶν φθορὰν καὶ ἀναίρεσιν. </said></p></div><div n="32" subtype="section" type="textpart"><p rend="indent"><said rend="merge" who="#Διαδουμενος"><label resp="perseus">ΔΙΑΔΟΥΜ.</label> καὶ μὴν αὐτοί γε πρὸς τὸν Ἐπίκουρον οὐδὲν ἀπολείπουσι τῶν πραγμάτων <quote>ἰοὺ, ἰού, φεῦ, φεῦ</quote> βοῶντες, ὡς συγχέοντα τὴν τῶν θεῶν πρόληψιν, ἀναιρουμένης τῆς προνοίας· <quote>οὐ γὰρ ἀθάνατον <milestone n="20" unit="tlnum"/> καὶ μακάριον μόνον, ἀλλὰ καὶ φιλάνθρωπον καὶ κηδεμονικὸν καὶ ὠφέλιμον προλαμβάνεσθαι καὶ νοεῖσθαι τὸν θεόν·</quote> ὅπερ ἀληθές ἐστιν. εἰ δʼ ἀναιροῦσι τὴν περὶ θεοῦ πρόληψιν οἱ μὴ 
<pb xml:id="v.6.p.332"/> ἀπολείποντες πρόνοιαν, τί ποιοῦσιν οἱ προνοεῖν μὲν ἡμῶν τοὺς θεοὺς λέγοντες μὴ ὠφελεῖν δʼ ἡμᾶς μηδʼ <quote>ἀγαθῶν εἶναι δωτῆρας</quote> ἀλλʼ ἀδιαφόρων, ἀρετὴν <milestone n="1075f" unit="stephpage" xml:id="stephpage-1075f"/> μὲν μὴ διδόντας πλοῦτον δὲ καὶ ὑγίειαν καὶ τέκνων <milestone n="5" unit="tlnum"/> γενέσεις καὶ τὰ τοιαῦτα διδόντας, ὧν οὐδὲν ὠφέλιμον οὐδὲ λυσιτελὲς οὐδʼ αἱρετὸν οὐδὲ συμφέρον ἐστίν; ἢ ἐκεῖνοι μὲν οὐκ ἀναιροῦσι τὰς περὶ θεῶν ἐννοίας, οὗτοι δὲ καὶ περιυβρίζουσι καὶ χλευάζουσιν, Ἐπικάρπιόν τινα θεὸν εἶναι λέγοντες <milestone n="10" unit="tlnum"/> καὶ Γενέθλιον καὶ Παιᾶνα καὶ Μαντικόν, οὐκ ὄντος ἀγαθοῦ τῆς ὑγιείας καὶ τῆς γενέσεως οὐδὲ τῆς <milestone n="1076a" unit="stephpage" xml:id="stephpage-1076a"/> πολυκαρπίας ἀλλʼ ἀδιαφόρων καὶ ἀνωφελῶν τοῖς λαμβάνουσι; </said></p></div><div n="33" subtype="section" type="textpart"><p rend="indent"><said rend="merge" who="#Διαδουμενος"><label resp="perseus">ΔΙΑΔΟΥΜ.</label> τὸ τρίτον τοίνυν τῆς περὶ θεῶν ἐννοίας <milestone n="15" unit="tlnum"/> ἐστὶ μηδενὶ τοσοῦτον τοὺς θεοὺς τῶν ἀνθρώπων διαφέρειν, ὅσον εὐδαιμονίᾳ καὶ ἀρετῇ διαφέρουσιν. ἀλλὰ κατὰ Χρύσιππον οὐδὲ τοῦτο περίεστιν αὐτοῖς <quote>ἀρετῇ τε γὰρ οὐχ ὑπερέχειν τὸν Δία τοῦ Δίωνος ὠφελεῖσθαὶ θʼ ὁμοίως ὑπʼ ἀλλήλων τὸν Δία καὶ <milestone n="20" unit="tlnum"/> τὸν Δίωνα, σοφοὺς ὄντας, ὅταν ἕτερος θατέρου τυγχάνῃ κινουμένου</quote> τοῦτο γάρ ἐστιν ὃ καὶ παρὰ θεῶν ἀνθρώποις ἀγαθὸν ὑπάρχει καὶ θεοῖς παρʼ <milestone n="1076b" unit="stephpage" xml:id="stephpage-1076b"/> ἀνθρώπων, σοφῶν κινουμένου, ἄλλο δʼ οὔκ. ἀρετῇ δὲ μὴ ἀπολειπόμενον ἄνθρωπον οὐδὲν ἀποδεῖν εὐδαιμονίας <milestone n="25" unit="tlnum"/> λέγουσιν, ἀλλʼ ἐπίσης εἶναι μακάριον τῷ Διὶ τῷ σωτῆρι τὸν ἀτυχῆ, διὰ νόσους καὶ πηρώσεις 
<pb xml:id="v.6.p.333"/> σώματος ἐξάγοντα τοῦ ζῆν ἑαυτόν, εἴπερ εἴη σοφός. ἔστι δʼ οὗτος οὐδαμοῦ γῆς οὐδὲ γέγονεν· ἄπλετοι δὲ μυριάδες ἀνθρώπων κακοδαιμονοῦντες ἐπʼ ἄκρον ἐν τῇ τοῦ Διὸς πολιτείᾳ καὶ ἀρχῇ τὴν ἀρίστην <milestone n="5" unit="tlnum"/> ἐχούσῃ διοίκησιν. καίτοι τί μᾶλλον ἂν γένοιτο παρὰ τὴν ἔννοιαν ἤ, τοῦ Διὸς ὡς ἔνι ἄριστα διοικοῦντος, ἡμᾶς ὡς ἔνι χείριστα πράσσειν; εἰ γοῦν, ὃ μηδὲ θέμις ἐστὶν εἰπεῖν, ἐθελήσειε μὴ Σωτὴρ μηδὲ Μειλίχιος εἶναι μηδʼ Ἀλεξίκακος, ἀλλὰ τἀναντία <milestone n="10" unit="tlnum"/> <milestone n="1076c" unit="stephpage" xml:id="stephpage-1076c"/> τῶν καλῶν τούτων προσηγοριῶν, οὐδὲν ἔστι προσθεῖναι τοῖς οὖσι κακὸν οὔτʼ εἰς πλῆθος οὔτʼ εἰς μέγεθος ὡς οὗτοι λέγουσι, πάντων ἀνθρώπων ἐπʼ ἄκρον ἀθλίως καὶ μοχθηρῶς βιούντων καὶ μηδὲ τῆς κακίας ἐπίδοσιν μηδʼ ὑπερβολὴν τῆς κακοδαιμονίας <milestone n="15" unit="tlnum"/> δεχομένης. </said></p></div><div n="34" subtype="section" type="textpart"><p rend="indent"><said rend="merge" who="#Διαδουμενος"><label resp="perseus">ΔΙΑΔΟΥΜ.</label> οὐ μὴν ἐνταῦθα τὸ δεινότατόν ἐστιν, ἀλλὰ Μενάνδρῳ μὲν εἰπόντι θεατρικῶς <quote rend="blockquote"><l>ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν </l><l>τὰ λίαν ἀγαθὰ </l></quote> <milestone n="20" unit="tlnum"/> δυσκολαίνουσι. τοῦτο γὰρ εἶναι παρὰ τὴν ἔννοιαν αὐτοὶ δὲ τῶν κακῶν ἀρχὴν ἀγαθὸν ὄντα τὸν θεὸν ποιοῦσιν. <quote>οὐ γὰρ ἥ γʼ ὕλη τὸ κακὸν ἐξ ἑαυτῆς <milestone n="1076d" unit="stephpage" xml:id="stephpage-1076d"/> παρέσχηκεν ἄποιος γάρ ἐστι καὶ πάσας ὅσας δέχεται διαφορὰς ὑπὸ τοῦ κινοῦντος αὐτὴν καὶ σχηματίζοντος <milestone n="25" unit="tlnum"/> ἔσχε.</quote> κινεῖ δʼ αὐτὴν ὁ λόγος ἐνυπάρχων 
<pb xml:id="v.6.p.334"/> καὶ σχηματίζει, μήτε κινεῖν ἑαυτὴν μήτε σχηματίζειν πεφυκυῖαν. ὥστʼ ἀνάγκη τὸ κακόν, εἰ μὲν διʼ οὐδέν, ἐκ τοῦ μὴ ὄντος· εἰ δὲ διὰ τὴν κινοῦσαν ἀρχήν, ἐκ τοῦ θεοῦ γεγονὸς ὑπάρχειν. καὶ γὰρ εἰ μὲν <milestone n="5" unit="tlnum"/> οἴονται τὸν Δία μὴ κρατεῖν τῶν ἑαυτοῦ μερῶν μηδὲ χρῆσθαι κατὰ τὸν αὑτοῦ λόγον ἑκάστῳ; παρὰ τὴν ἔννοιαν λέγουσι καὶ πλάττουσι ζῷον, οὗ πολλὰ τῶν μορίων ἐκφεύγει τὴν βούλησιν, ἰδίαις ἐνεργείαις χρώμενα καὶ πράξεσιν, αἷς τὸ ὅλον ὁρμὴν οὐ δίδωσιν <milestone n="10" unit="tlnum"/> οὐδὲ κατάρχει κινήσεως. οὕτω γὰρ κακῶς <milestone n="1076e" unit="stephpage" xml:id="stephpage-1076e"/> οὐδὲν συντέτακται τῶν ψυχὴν ἐχόντων, ὥστʼ ἀβουλοῦντος αὐτοῦ προϊέναι πόδας ἢ φθέγγεσθαι γλῶτταν ἢ κέρα κυρίττειν ἢ δάκνειν ὀδόντας· ὧν ἀνάγκη τὰ πλεῖστα πάσχειν τὸν θεόν, εἰ παρὰ τὴν βούλησιν <milestone n="15" unit="tlnum"/> αὐτοῦ μέρη ὄντες οἱ φαῦλοι ψεύδονται καὶ ῥᾳδιουργοῦσι καὶ τοιχωρυχοῦσι καὶ ἀποκτιννύουσιν ἀλλήλους. εἰ δέ, ὥς φησι Χρύσιππος, οὐδὲ τοὐλάχιστον ἔστι τῶν μερῶν ἔχειν ἄλλως ἀλλʼ ἢ κατὰ τὴν τοῦ Διὸς βούλησιν, ἀλλὰ πᾶν μὲν ἔμψυχον οὕτως ἴσχεσθαι καὶ <milestone n="20" unit="tlnum"/> οὕτω κινεῖσθαι πέφυκεν, ὡς ἐκεῖνος ἄγει κἀκεῖνος ἐπιστρέφει καὶ ἴσχει καὶ διατίθησιν <quote rend="blockquote">ὅδʼ αὖτʼ ἐκείνου φθόγγος ἐξωλέστερος.</quote> <milestone n="1076f" unit="stephpage" xml:id="stephpage-1076f"/> ἑ μυριάκις γὰρ ἦν ἐπιεικέστερον ἀσθενείᾳ καὶ ἀδυναμίᾳ τοῦ Διὸς ἐκβιαζόμενα τὰ μέρη πολλὰ δρᾶν 
<pb xml:id="v.6.p.335"/> ἄτοπα παρὰ τὴν ἐκείνου φύσιν καὶ βούλησιν, ἢ μήτʼ ἀκρασίαν εἶναι μήτε κακουργίαν, ἧς οὐκ ἔστιν ὁ Ζεὺς αἴτιος. ἀλλὰ μὴν τόν γε κόσμον εἶναι πόλιν καὶ πολίτας τοὺς ἀστέρας, εἰ δὲ τοῦτο, <milestone n="5" unit="tlnum"/> καὶ φυλέτας καὶ ἄρχοντας δηλονότι καὶ βουλευτὴν <milestone n="1077a" unit="stephpage" xml:id="stephpage-1077a"/> τὸν ἥλιον καὶ τὸν ἕσπερον πρύτανιν ἢ ἀστυνόμον, οὐκ οἶδα μὴ τοὺς ἐλέγχοντας τὰ τοιαῦτα τῶν λεγόντων καὶ ἀποφαινομένων ἀποδείκνυσιν ἀτοπωτέρους. </said></p></div><div n="35" subtype="section" type="textpart"><p rend="indent"><milestone n="10" unit="tlnum"/><said rend="merge" who="#Διαδουμενος"><label resp="perseus">ΔΙΑΔΟΥΜ.</label> ἀλλὰ τῶν φυσικωτέρων λεγομένων ἆρʼ οὐ παρὰ τὴν ἔννοιάν ἐστι σπέρμα πλέον εἶναι καὶ μεῖζον ἢ τὸ γεννώμενον ἐξ αὐτοῦ; τὴν γοῦν φύσιν ὁρῶμεν πᾶσι καὶ ζῴοις καὶ φυτοῖς καὶ ἡμέροις καὶ ἀγρίοις ἀρχὰς τὰ μικρὰ καὶ γλίσχρα καὶ μόλις <milestone n="15" unit="tlnum"/> ὁρατὰ τῆς τῶν μεγίστων γενέσεως λαμβάνουσαν. οὐ γὰρ ἐκ πυροῦ στάχυν οὐδʼ ἄμπελον ἐκ γιγάρτου μόνον, ἀλλʼ ἐκ πυρῆνος βαλάνου τινὸς ὄρνεον διαφυγούσης ὥσπερ ἐκ μικροῦ τινος σπινθῆρος <milestone n="1077b" unit="stephpage" xml:id="stephpage-1077b"/> ἐξάψασα καὶ ῥιπίσασα τὴν γένεσιν, ἔρνος ἢ βάτου <milestone n="20" unit="tlnum"/> ἢ δρυὸς ἢ φοίνικος ἢ πεύκης περιμήκιστον ἀναδίδωσιν, καί φασιν <quote>τὸ μὲν σπέρμα τὴν ἐπὶ μικρὸν ὄγκον ἐκ πολλοῦ <quote>σπείρασιν</quote> ὠνομάσθαι, τὴν δὲ <quote>φύσιν</quote> ἐμφύσησιν οὖσαν καὶ διάχυσιν τῶν ὑπʼ αὐτῆς ἀνοιγομένων καὶ λυομένων λόγων ἢ ἀριθμῶν. 
<pb xml:id="v.6.p.336"/> ἀλλὰ τοῦ τε κόσμου πάλιν τὸ πῦρ ὃ σπέρμα λέγουσιν εἶναι καὶ μετὰ τὴν ἐκπύρωσιν εἰς σπέρμα μετέβαλε τὸν κόσμον ἐκ βραχυτέρου σώματος καὶ ὄγκου, φύσιν ἔχοντα πολλὴν καὶ τοῦ κενοῦ προσεπιλαμβάνοντα <milestone n="5" unit="tlnum"/> χώραν ἄπλετον ἐπινεμομένην τῇ αὐξήσει, γεννωμένου δʼ αὖθις ὑποχωρεῖν τὸ μέγεθος καὶ συνολισθάνειν, <milestone n="1077c" unit="stephpage" xml:id="stephpage-1077c"/> δυομένης καὶ συναγομένης περὶ τὴν γένεσιν εἰς ἑαυτὴν τῆς ὕλης.</quote> </said></p></div></div></body></text></TEI>