<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg138.perseus-grc2" type="edition" xml:lang="grc"><div n="21" subtype="section" type="textpart"><p rend="indent"><said rend="merge" who="#Διαδουμενος"><label>ΔΙΑΔΟΥΜ.</label> σκόπει δὲ μικρὸν ἀνωτέρω ἀναγαγὼν ἑαυτόν. ἕν τι τῶν παρὰ τὰς ἐννοίας λεγομένων ἐστὶ <milestone n="15" unit="tlnum"/> τὸ <quote>μηδένα φαῦλον ὠφελεῖσθαι</quote> καίτοι παιδευόμενοὶ γε πολλοὶ προκόπτουσι καὶ δουλεύοντες ἐλευθεροῦνται καὶ πολιορκούμενοι σῴζονται καὶ πληρούμενοι χειραγωγοῦνται καὶ θεραπεύονται νοσοῦντες <quote>ἀλλʼ οὐκ ὠφελοῦνται τούτων τυγχάνοντες οὐδʼ <milestone n="20" unit="tlnum"/> πάσχουσιν οὐδʼ εὐεργέτας ἔχουσιν οὐδʼ εὐεργετῶν <milestone n="1068e" unit="stephpage" xml:id="stephpage-1068e"/> ἀμελοῦσιν</quote> οὐδʼ τοίνυν οὐδʼ ἀχαριστοῦσιν οἱ φαῦλοι καὶ μὴν οὐδʼ οἱ νοῦν ἔχοντες. ἀνύπαρκτον οὖν ἐστι. τὸ ἀχάριστον οἱ μὲν γὰρ οὐκ ἀποστεροῦσι χάριν λαμβάνοντες, οἱ δὲ λαμβάνειν χάριν οὐ πεφύκασιν. <milestone n="25" unit="tlnum"/> ὅρα δὴ τί πρὸς ταῦτα λέγουσιν· ὅτι <quote>ἡ χάρις εἰς τὰ μέσα διατείνει, καὶ τὸ μὲν ὠφελεῖν 
<pb xml:id="v.6.p.311"/> καὶ ὠφελεῖσθαι σοφῶν ἐστι, χάριτος δὲ καὶ φαῦλοι τυγχάνουσιν</quote> εἶθʼ οἷς χάριτος μέτεστι, τούτοις οὐ μέτεστι χρείας; ὅπου δὲ διατείνει χάρις, ἐκεῖ χρήσιμον <milestone n="1068f" unit="stephpage" xml:id="stephpage-1068f"/> οὐδέν ἐστιν οὐδʼ οἰκεῖον; ἄλλο δὲ τί ποιεῖ τὴν <milestone n="5" unit="tlnum"/> ὑπουργίαν χάριν ἢ τὸ πρός τι χρήσιμον ὑπάρξαι τῷ δεομένῳ τὸν παρασχόντα; </said></p></div><div n="22" subtype="section" type="textpart"><p rend="indent"><said who="#Λαμπρίας"><label>ΛΑΜΠΡ.</label>  Ταῦτα μὲν οὖν ἄφες. ἡ δὲ πολυτίμητος ὠφέλεια τίς ἐστιν, ἣν ὡς μέγα τι τοῖς σοφοῖς ἐξαίρετον φυλάσσοντες, οὐδʼ ὄνομα λείπουσιν <milestone n="10" unit="tlnum"/> αὐτῆς τοῖς μὴ σοφοῖς. </said></p><p rend="indent"><said who="#Διαδουμενος"><label>ΔΙΑΔΟΥΜ.</label> . ἂν εἷς σοφὸς ὁπουδήποτε προτείνῃ τὸν δάκτυλον φρονίμως, οἱ κατὰ τὴν οἰκουμένην σοφοὶ πάντες ὠφελοῦνται. τοῦτο τῆς ὠφελείας ἔργον αὐτῶν, εἰς τοῦτο τοῖς κοινοῖς ὠφελήμασι <milestone n="15" unit="tlnum"/> <milestone n="1069a" unit="stephpage" xml:id="stephpage-1069a"/> τῶν σοφῶν αἱ ἀρεταὶ τελευτῶσιν. ἐλήρει δʼ Ἀριστοτέλης, ἐλήρει δὲ,Ξενοκράτης, ὠφελεῖσθαι μὲν ἀνθρώπους ὑπὸ θεῶν ὠφελεῖσθαι δʼ ὑπὸ γονέων ὠφελεῖσθαι δʼ ὑπὸ καθηγητῶν ἀποφαινόμενοι, τὴν δὲ θαυμαστὴν ἀγνοοῦντες ὠφέλειαν, ἣν οἱ σοφοὶ <milestone n="20" unit="tlnum"/> κινουμένων κατʼ ἀρετὴν ἀλλήλων ὠφελοῦνται, κἂν μὴ συνῶσι μηδὲ γιγνώσκοντες τυγχάνωσι. καὶ μὴν πάντες ἄνθρωποι τὰς ἐκλογὰς καὶ τὰς τηρήσεις καὶ τὰς οἰκονομίας, ὅταν χρήσιμοι ὦσι καὶ ὠφέλιμοι, τότε χρησίμους καὶ ὠφελίμους ὑπολαμβάνουσι καὶ <milestone n="25" unit="tlnum"/> κλεῖδας ὠνεῖται καὶ ἀποθήκας φυλάττει χρηματικὸς ἀνήρ 
<pb xml:id="v.6.p.312"/> <quote rend="blockquote">πλούτου διοίγων θάλαμον ἥδιστον χερί·</quote> <milestone n="1069b" unit="stephpage" xml:id="stephpage-1069b"/> τὸ δʼ ἐκλέγεσθαι τὰ πρὸς μηδὲν ὠφέλιμα καὶ τηρεῖν ἐπιμελῶς καὶ πολυπόνως οὐ σεμνὸν οὐδὲ καλὸν ἀλλὰ καὶ καταγέλαστόν ἐστιν. ὁ οὖν Ὀδυσσεύς, εἰ <milestone n="5" unit="tlnum"/> τὸν δεσμὸν ἐκεῖνον ἐκμαθὼν παρὰ τῆς Κίρκης, κατεσημαίνετο διʼ αὐτοῦ μὴ τὰ παρʼ Ἀλκινόου δῶρα, τρίποδας καὶ λέβητας καὶ εἵματα καὶ χρυσὸν ἀλλὰ συρφετόν τινα καὶ λίθους καὶ <gap reason="lost"/> συναγαγὼν τὴν περὶ ταῦτα πραγματείαν καὶ κτῆσιν αὐτῶν καὶ <milestone n="10" unit="tlnum"/> τήρησιν εὐδαιμονικὸν ἔργον ἡγεῖτο καὶ μακάριον, τίς ἂν ἐζήλωσε τὴν ἀνόητον ταύτην πρόνοιαν καὶ <milestone n="1069c" unit="stephpage" xml:id="stephpage-1069c"/> κενόσπουδον ἐπιμέλειαν; ἀλλὰ μὴν τοῦτο τῆς Στωικῆς ὁμολογίας τὸ καλόν ἐστι καὶ σεμνὸν καὶ μακάριον, ἕτερον δʼ οὐδὲν ἀλλʼ ἐκλογὴ καὶ τήρησις <milestone n="15" unit="tlnum"/> ἀνωφελῶν πραγμάτων καὶ ἀδιαφόρων τοιαῦτα γὰρ τὰ κατὰ φύσιν καὶ τὰ ἐκτὸς ἔτι μᾶλλον· εἴ γε κρασπέδοις καὶ ἀμίσι χρυσαῖς καὶ νὴ Δία ληκύθοις, ὅταν τύχωσι, παραβάλλουσι τὸν μέγιστον πλοῦτον· εἶθʼ ὥσπερ οἱ θεῶν τινων ἢ δαιμόνων ἱερὰ δόξαντες <milestone n="20" unit="tlnum"/> ὑπερηφάνως καθυβρίσαι καὶ λοιδορῆσαι μετανοήσαντες εὐθὺς ὑποπίπτουσι καὶ κάθηνται ταπεινοὶ κατευλογοῦντες καὶ μεγαλύνοντες τὸ θεῖον· οὕτως <milestone n="1069d" unit="stephpage" xml:id="stephpage-1069d"/> ἐκεῖνοι νεμέσει τινὶ τῆς μεγαλαυχίας ταύτης καὶ κενολογίας περιπεσόντες αὖθις ἐν τούτοις ἐξετάζονται 
<pb xml:id="v.6.p.313"/> τοῖς ἀδιαφόροις καὶ μηδὲν πρὸς αὐτούς, μέγα βοῶντες ὡς ἕν ἐστιν ἀγαθὸν καὶ καλὸν καὶ σεμνόν, ἡ τούτων ἐκλογὴ καὶ περὶ ταῦτα οἰκονομία, καὶ τούτων μὴ τυγχάνοντας οὐκ ἄξιόν ἐστι βιοῦν ἀλλʼ <milestone n="5" unit="tlnum"/> ἀποσφάττειν ἑαυτοὺς ἢ ἀποκαρτερεῖν, πολλὰ τῇ ἀρετῇ χαίρειν φράσαντας. τὸν τοίνυν Θέογνιν αὐτοὶ παντελῶς ἀγεννῆ καὶ μικρὸν ἡγοῦνται, λέγοντα <quote rend="blockquote"><l>χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον </l><l> ῥιπτεῖν, καὶ πετρῶν, Κύρνε, κατʼ ἠλιβάτων</l></quote> <milestone n="10" unit="tlnum"/> οὕτως ἀποδειλιῶντα πρὸς τὴν πενίαν ἀδιάφορον οὖσαν· ἀλλʼ αὐτοί γε ταὐτὰ πεζῷ λόγῳ παρακελεύονται <milestone n="1069e" unit="stephpage" xml:id="stephpage-1069e"/> καὶ λέγουσιν, ὅτι χρὴ νόσον φεύγοντα μεγάλην καὶ ἀλγηδόνα σύντονον, ἐὰν μὴ παρῇ ξίφος ἢ κώνειον, εἰς θάλατταν ἀφεῖναι καὶ κατὰ πετρῶν <milestone n="15" unit="tlnum"/> ῥιπτεῖν ἑαυτόν· ὧν οὐδέτερον βλαβερὸν οὐδὲ κακὸν οὐδʼ ἀσύμφορόν ἐστιν, οὐδὲ κακοδαίμονας ποιεῖ τοὺς περιπίπτοντας. </said></p></div><div n="23" subtype="section" type="textpart"><p rend="indent"><said rend="merge" who="#Διαδουμενος"><label resp="perseus">ΔΙΑΔΟΥΜ.</label><quote>πόθεν οὖν</quote> φησὶν <quote>ἄρξωμαι; καὶ τίνα λάβω τοῦ καθήκοντος ἀρχὴν καὶ ὕλην τῆς ἀρετῆς, ἀφεὶς <milestone n="20" unit="tlnum"/> τὴν φύσιν καὶ τὸ κατὰ φύσιν;</quote> πόθεν δʼ Ἀριστοτέλης, ὦ μακάριε, καὶ Θεόφραστος; ἄρχονται; τίνας δὲ Ξενοκράτης καὶ Πολέμων λαμβάνουσιν ἀρχάς; <milestone n="1069f" unit="stephpage" xml:id="stephpage-1069f"/> οὐχὶ καὶ Ζήνων τούτοις ἠκολούθησεν, ὑποτιθεμένοις στοιχεῖα τῆς εὐδαιμονίας τὴν φύσιν καὶ τὸ κατὰ 
<pb xml:id="v.6.p.314"/> φύσιν; ἀλλʼ ἐκεῖνοι μὲν ἐπὶ τούτων ἔμειναν ὡς αἱρετῶν καὶ ἀγαθῶν καὶ ὠφελίμων, καὶ τὴν ἀρετὴν προσλαβόντες αὐτοῖς ἐνεργοῦσαν, οἰκείως χρωμένην ἑκάστῳ, τέλειον ἐκ τούτων καὶ ὁλόκληρον ᾤοντο <milestone n="5" unit="tlnum"/> συμπληροῦν βίον καὶ συμπεραίνειν, τὴν ἀληθῶς τῇ φύσει πρόσφορον καὶ συνῳδὸν ὁμολογίαν ἀποδιδόντες. οὐ γὰρ ὥσπερ οἱ τῆς γῆς ἀφαλλόμενοι καὶ <milestone n="1070a" unit="stephpage" xml:id="stephpage-1070a"/> καταφερόμενοι πάλιν ἐπʼ αὐτὴν ἐταράττοντο, ταὐτὰ πράγματα ληπτὰ καὶ οὐχ αἱρετὰ καὶ οἰκεῖα καὶ <milestone n="10" unit="tlnum"/> οὐκ ἀγαθά, καὶ., ἀνωφελῆ μὲν εὔχρηστα δέ, καὶ οὐδὲν μὲν πρὸς ἡμᾶς ἀρχὰς δὲ τῶν καθηκόντων ὀνομάζοντες· ἀλλʼ οἷος ὁ λόγος, τοιοῦτος ἦν ὁ βίος τῶν ἀνδρῶν ἐκείνων, ἃ ἔπραττον οἷς ἔλεγον οἰκεῖα καὶ σύμφωνα παρεχόντων. ἡ δὲ τούτων αἵρεσις, <milestone n="15" unit="tlnum"/> ὥσπερ ἡ παρʼ Ἀρχιλόχῳ γυνή <quote rend="blockquote"><l>τῇ μὲν ὕδωρ ἐφόρει </l><l>δολοφρονέουσα χειρὶ τἡτέρῃ δὲ πῦρ,</l></quote> τοῖς μὲν προσάγεται τὴν φύσιν τοῖς δʼ ἀπωθεῖται δόγμασι μᾶλλον δὲ τοῖς μὲν ἔργοις καὶ τοῖς πράγμασιν <milestone n="20" unit="tlnum"/> ὡς αἱρετῶν καὶ ἀγαθῶν ἔχονται τῶν κατὰ φύσιν, τοῖς δʼ ὀνόμασι καὶ τοῖς ῥήμασιν ἀδιάφορα καὶ ἄχρηστα καὶ ἀρρεπῆ πρὸς εὐδαιμονίαν ἀναίνονται καὶ προπηλακίζουσιν. </said></p></div><div n="24" subtype="section" type="textpart"><p rend="indent"><milestone n="1070b" unit="stephpage" xml:id="stephpage-1070b"/><said rend="merge" who="#Διαδουμενος"><label resp="perseus">ΔΙΑΔΟΥΜ.</label> ἐπεὶ δὲ καθόλου τἀγαθὸν ἅπαντες ἄνθρωποι <milestone n="25" unit="tlnum"/> χαρτὸν νοοῦσιν εὐκταῖν εὐτυχὲς ἀξίαν ἔχον 
<pb xml:id="v.6.p.315"/> τὴν μεγίστην αὔταρκες ἀπροσδεές , ὅρα τὸ τούτων παρατιθεὶς ἀγαθόν, ἆρά γε χαρτὸν ποιεῖ τὸ φρονίμως τὸν δάκτυλον προτεῖναι; τί δʼ; εὐκταῖόν ἐστι φρονίμη στρέβλωσις; εὐτυχεῖ δʼ ὁ κατακρημνίζων <milestone n="5" unit="tlnum"/> ἑαυτὸν εὐλόγως; ἀξίαν δʼ ἔχει τὴν μεγίστην, ὃ πολλάκις αἱρεῖ λόγος ἀντὶ τοῦ μὴ ἀγαθοῦ προέσθαι; τέλειον δὲ καὶ αὔταρκές ἐστιν, οὗ παρόντος, ἂν μὴ τυγχάνωσι τῶν ἀδιαφόρων, οὐχ ὑπομένουσιν οὐδὲ <milestone n="1070c" unit="stephpage" xml:id="stephpage-1070c"/> βούλονται ζῆν; γέγονε δʼ ἕτερος λόγος, ὑφʼ οὗ <milestone n="10" unit="tlnum"/> μᾶλλον ἡ συνήθεια παρανενόμηται, τὰς μὲν γνησίας ὑφαιροῦντος αὐτοῦ καὶ ἀποσπῶντος ἐννοίας ὥσπερ τέκνα, νόθας δὲ προσβάλλοντος ἑτέρας θηριώδεις καὶ ἀλλοκότους καὶ ταύτας ἀντʼ ἐκείνων ἐκτιθηνεῖσθαι καὶ στέργειν ἀναγκάζοντος· καὶ ταῦτα ἐν τοῖς <milestone n="15" unit="tlnum"/> περὶ ἀγαθῶν καὶ κακῶν, αἱρετῶν τε καὶ φευκτῶν, οἰκείων τε καὶ ἀλλοτρίων, ἃ μᾶλλον ἔδει θερμῶν τε καὶ ψυχρῶν λευκῶν τε καὶ μελάνων σαφεστέραν ἔχειν τὴν ἐνάργειαν ἐκείνων μὲν γὰρ ἔξωθὲν εἰσιν αἱ φαντασίαι ταῖς αἰσθήσεσιν ἐπεισόδιοι, ταῦτα δʼ <milestone n="20" unit="tlnum"/> ἐκ τῶν ἀγαθῶν τῶν ἐν ἡμῖν σύμφυτον ἔχει τὴν <milestone n="1070d" unit="stephpage" xml:id="stephpage-1070d"/> γένεσιν; οἱ δʼ ὥσπερ εἰς τὸν ψευδόμενον ἢ τὸν κυριεύοντα μετὰ τῆς διαλεκτικῆς ἐμβάλλοντες εἰς τὸν περὶ εὐδαιμονίας τόπον ἔλυσαν μὲν οὐδεμίαν ἀμφιβολίαν ἐν αὐτῷ μυρίας δʼ ἐποίησαν. </said></p></div><div n="25" subtype="section" type="textpart"><p rend="indent"><milestone n="25" unit="tlnum"/><said rend="merge" who="#Διαδουμενος"><label resp="perseus">ΔΙΑΔΟΥΜ.</label> καὶ μὴν ὅτι δυεῖν ἀγαθῶν, τοῦ μὲν τέλους τοῦ δὲ πρὸς τὸ τέλος, μεῖζόν ἐστι τὸ τέλος καὶ τελειότερον, ὑπʼ οὐδενὸς ἀγνοεῖται. γιγνώσκει δὲ 
<pb xml:id="v.6.p.316"/> καὶ Χρύσιππος τὴν διαφοράν, ὡς δῆλόν ἐστιν ἐν. τῷ τρίτῳ περὶ Ἀγαθῶν τοῖς γὰρ τέλος ἡγουμένοις τὴν ἐπιστήμην ἀνομολογεῖ, καὶ τίθησιν <gap reason="lost"/> ἔν γε τοῖς περὶ Δικαιοσύνης, εἰ μέν τις ὑπόθοιτο τὴν <milestone n="5" unit="tlnum"/> ἡδονὴν τέλος, οὐκ οἴεται σῴζεσθαι τὸ δίκαιον· εἰ δὲ μὴ τέλος ἀλλʼ ἁπλῶς ἀγαθόν, οἴεται· τὰς δὲ λέξεις οὐκ οἴομαί σε δεῖσθαι νῦν ἀκούειν ἐμοῦ <milestone n="1070e" unit="stephpage" xml:id="stephpage-1070e"/> καταλέγοντος τὸ γὰρ τρίτον περὶ Δικαιοσύνης βιβλίον ἔστι πανταχόθεν λαβεῖν. ὅταν οὖν αὖθις, ὦ <milestone n="10" unit="tlnum"/> φίλε, μηδὲν ἀγαθὸν λέγωσι μηδενὸς ἀγαθοῦ μεῖζον εἶναι μηδʼ ἔλαττον ἀλλʼ ἴσον τῷ τέλει τὸ μὴ τέλος, οὐ ταῖς κοιναῖς μόνον ἐννοίαις ἀλλὰ καὶ τοῖς αὑτῶν λόγοις φαίνονται μαχόμενοι. καὶ πάλιν εἰ δυεῖν κακοῖν ὑφʼ οὗ μὲν γιγνόμεθα χείρονες, ὅταν παραγένηται, <milestone n="15" unit="tlnum"/> τὸ δὲ βλάπτει μὲν οὐ ποιεῖ δὲ χείρονας, παρὰ τὴν ἔννοιάν ἐστι μὴ λέγειν ἐκεῖνο μεῖζον εἶναι κακόν, ὑφʼ οὗ γιγνόμεθα χείρονες, ὅταν παραγένηται, τοῦ ὃ βλάπτει μὲν οὐ ποιεῖ δὲ χείρονας· μηδὲ κακίονα βλάβην τὴν κακίονας ἡμᾶς ἀποτελοῦσαν. <milestone n="20" unit="tlnum"/> ἀλλʼ ὁμολογεῖ γε Χρύσιππος εἶναί τινας φόβους καὶ <milestone n="1070f" unit="stephpage" xml:id="stephpage-1070f"/> λύπας καὶ ἀπάτας, αἳ βλάπτουσι μὲν ἡμᾶς χείρονας δʼ οὐ ποιοῦσιν. ἔντυχε δὲ τῷ πρώτῳ τῶν πρὸς Πλάτωνα γεγραμμένων περὶ Δικαιοσύνης· καὶ γὰρ ἄλλων ἕνεκα τὴν ἐκεῖ τοῦ ἀνδρὸς εὑρησιλογίαν <milestone n="25" unit="tlnum"/> ἄξιον ἱστορῆσαι, πάντων ἁπλῶς πραγμάτων καὶ δογμάτων οἰκείων ὁμοῦ καὶ ἀλλοτρίων ἀφειδοῦσαν. 
<pb xml:id="v.6.p.317"/> </said></p></div></div></body></text></TEI>