ΛΑΜΠΡ. Οὐδαμῶς, ὦ φίλος, ἐμὴν χάριν ἐπιθυμῶ γὰρ πυθέσθαι, τίνα δὴ τρόπον οἱ ἄνδρες τὰ κακὰ τῶν ἀγαθῶν καὶ τὴν κακίαν τῆς ἀρετῆς προεισάγουσιν. ΔΙΑΔΟΥΜ. Ἀμέλει καὶ ἄξιον, ὦ ἑταῖρε πολὺς μὲν γὰρ ὁ ψελλισμὸς αὐτῶν, τέλος δὲ τὴν μὲν φρόνησιν ἐπιστήμην ἀγαθῶν καὶ κακῶν οὖσαν, ἀναιρεθέντων τῶν κακῶν, καὶ παντάπασιν ἀναιρεῖσθαι λέγουσιν· ὡς δʼ ἀληθῶν ὄντων ἀδύνατον μὴ καὶ ψευδῆ τινα εἶναι, παραπλησίως οἴονται προσήκειν, ἀγαθῶν ὑπαρχόντων, καὶ κακὰ ὑπάρχειν. ΛΑΜΠΡ. . ἀλλὰ τοῦτο μὲν οὐ φαύλως λέλεκται, τὸ δʼ ἕτερον οἶμαι μηδʼ ἐμὲ λανθάνειν. ὁρῶ γὰρ διαφοράν, τὸ μὲν οὐκ ἀληθὲς εὐθὺς ψεῦδός ἐστιν, οὐ μὴν εὐθὺς κακὸν τὸ μὴ ἀγαθόν. ὅθεν ἀληθῶν μὲν καὶ ψευδῶν οὐδέν ἐστι μέσον, ἀγαθῶν δὲ καὶ κακῶν τὸ ἀδιάφορον. καὶ οὐκ ἀνάγκη ταῦτα συνυπάρχειν ἐκείνοις· ἐξήρκει γὰρ τὴν φύσιν ἔχειν τἀγαθόν, τοῦ κακοῦ μὴ δεομένην, ἀλλὰ τὸ μήτʼ ἀγαθὸν μήτε κακὸν ἔχουσαν. πρὸς δὲ τὸν πρότερον λόγον εἴ τι λέγεται παρʼ ὑμῶν, ἀκουστέον. ΔΙΑΔΟΥΜ. Ἀλλὰ πολλὰ μὲν λέγεται, τὰ δὲ νῦν τοῖς ἀναγκαίοις χρηστέον. πρῶτον μὲν οὖν εὔηθες οἴεσθαι φρονήσεως ἕνεκα γένεσιν κακῶν ὑποστῆναι καὶ ἀγαθῶν. ὄντων γὰρ ἀγαθῶν καὶ κακῶν ἐπιγίνεται φρόνησις, ὥσπερ ἰατρικὴ νοσερῶν ὑποκειμένων καὶ ὑγιεινῶν. οὐ γὰρ τάγαθὸν ὑφίσταται καὶ τὸ κακόν, ἵνα γένηται φρόνησις, ἀλλʼ ᾗ τἀγαθὸν καὶ τὸ κακὸν ὄντα καὶ ὑφεστῶτα κρίνομεν, ὠνομάσθη φρόνησις· ὥσπερ ὄψις ἡ λευκῶν καὶ μελάνων, αἴσθησις, οὐ γενομένων ὅπως ἔχοιμεν ὄψιν ἡμεῖς, ἀλλὰ μᾶλλον ἡμῶν πρὸς τὸ,τὰ τοιαῦτα κρίνειν ὄψεως δεηθέντων. δεύτερον, ὅταν ἐκπυρώσωσι τὸν κόσμον οὗτοι, κακὸν μὲν οὐδʼ ὁτιοῦν ἀπολείπεται, τὸ δʼ ὅλον φρόνιμόν ἐστι τηνικαῦτα καὶ σοφόν· ἔστι τοίνυν φρόνησις, οὐκ ὄντος κακοῦ· καὶ οὐκ ἀνάγκη κακὸν ὑπάρχειν, εἰ φρόνησις ἔνι. εἰ δὲ δὴ πάντως δεῖ τὴν φρόνησιν ἀγαθῶν εἶναι καὶ κακῶν ἐπιστήμην, τί δεινόν, εἰ τῶν κακῶν ἀναιρεθέντων οὐκ ἔσται φρόνησις ἑτέραν τʼ ἀντʼ ἐκείνης ἀρετὴν ἕξομεν, οὐκ ἀγαθῶν καὶ κακῶν ἀλλʼ ἀγαθῶν μόνων ἐπιστήμην οὖσαν; ὥσπερ εἰ τῶν χρωμάτων τὸ μέλαν ἐξαπόλοιτο παντάπασιν, εἶτά τις βιάζοιτο καὶ τὴν ὄψιν ἀπολωλέναι, λευκῶν γὰρ οὐκ εἶναι καὶ μελάνων αἴσθησιν τί κωλύει φάναι πρὸς αὐτόν, ὅτι δεινὸν οὐδέν, εἰ τὴν μὲν ὑπὸ σοῦ λεγομένην ὄψιν οὐκ ἔχομεν, ἄλλη δὲ πάρεστιν ἀντʼ ἐκείνης αἴσθησις ἡμῖν καὶ δύναμις, λευκῶν ἀντιλαμβανόμεθα καὶ μὴ λευκῶν χρωμάτων; ἐγὼ μὲν γὰρ οὔτε γεῦσιν οἶμαι φροῦδον ἂν γενέσθαι, πικρῶν ἐπιλιπόντων, οὔθʼ ἁφήν, ἀλγηδόνος ἀναιρεθείσης, οὔτε φρόνησιν, κακοῦ μὴ παρόντος· ἀλλʼ ἐκείνας τε μένειν αἰσθήσεις γλυκέων καὶ ἡδέων καὶ τῶν μὴ τοιούτων ἀντιλαμβανομένας, ταύτην τε τὴν φρόνησιν ἀγαθῶν καὶ μὴ ἀγαθῶν ἐπιστήμην οὖσαν. οἷς δὲ μὴ δοκεῖ, τοὔνομα λαβόντες ἀπολιπέτωσαν ἡμῖν τὸ πρᾶγμα. ΔΙΑΔΟΥΜ. χωρὶς δὲ τούτων, τί ἐκώλυε τοῦ μὲν κακοῦ νόησιν εἶναι τοῦ δʼ ἀγαθοῦ καὶ ὕπαρξιν; ὥσπερ οἶμαι καὶ τοῖς θεοῖς ὑγιείας μὲν ἔστι παρουσία, πυρετοῦ δὲ καὶ πλευρίτιδος νόησις. ἐπεὶ καὶ ἡμεῖς, κακῶν μὲν ἀφθόνως πᾶσι παρόντων ἀγαθοῦ δὲ μηδενός, ὡς οὗτοι λέγουσιν, ἀλλὰ τοῦ γε νοεῖν οὐκ ἀπολελείμμεθα τὴν φρόνησιν τἀγαθὸν τὴν εὐδαιμονίαν. ὃ καὶ θαυμαστόν ἐστιν εἰ, τῆς μὲν ἀρετῆς μὴ παρούσης, εἰσὶν οἱ διδάσκοντες ὁποῖόν ἐστι καὶ κατάληψιν ἐμποιοῦντες τῆς κακίας δὲ μὴ γενομένης, οὐ δυνατὸν ἦν κτήσασθαι νόησιν. ὅρα γὰρ οἷα πείθουσιν ἡμᾶς οἱ κατὰ τὰς ἐννοίας φιλοσοφοῦντες, ὅτι τῇ μὲν ἀφροσύνῃ καταλαμβάνομεν τὴν φρόνησιν, ἡ δὲ φρόνησις ἄνευ τῆς ἀφροσύνης οὔθʼ ἑαυτὴν οὔτε τὴν ἀφροσύνην καταλαμβάνειν πέφυκεν. ΔΙΑΔΟΥΜ. εἰ δὲ δὴ πάντως ἐδεῖτο κακοῦ γενέσεως ἡ φύσις, ἓν ἦν δήπου παράδειγμα κακίας ἱκανὸν ἢ δεύτερον· εἰ δὲ βούλει, δέκα φαύλους ἢ χιλίους ἢ μυρίους ἔδει γενέσθαι, καὶ μὴ κακίας μὲν φορὰν τοσαύτην τὸ πλῆθος οὐ ψάμμος, ἢ κόνις, ἢ πτερὰ ποικιλοθρόων οἰωνῶν τόσσον ἂν χεύαιτʼ ἀριθμόν ἀρετῆς δὲ μηδʼ ἐνύπνιον. οἱ μὲν γὰρ ἐν Σπάρτῃ τῶν φιδιτίων ἐπιμελόμενοι δύο ἢ τρεῖς ἐπίτηδες εἵλωτας ἐμπεφορημένους ἀκράτου καὶ μεθύοντας εἰσάγοντες εἰς κοινὸν ἐπιδείκνυνται τοῖς νέοις, ὁποῖόν ἐστι τὸ μεθύειν, ὅπως φυλάττωνται καὶ σωφρονῶσιν ἐν δὲ τῷ βίῳ τὰ πολλὰ ταῦτα τῆς κακίας γέγονε παραδείγματα· νήφων γὰρ οὐδὲ εἷς ἐστι πρὸς ἀρετήν, ἀλλὰ ῥεμβόμεθα πάντες, ἀσχημονοῦντες καὶ κακοδαιμονοῦντες οὕτως ὁ λόγος ἡμᾶς μεθύσκει καὶ τοσαύτης καταπίμπλησι ταραχῆς καὶ παραφροσύνης, οὐδὲν ἀπολείποντας τῶν κυνῶν, ἅς φησιν Αἴσωπος δερμάτων τινῶν ἐμπλεόντων ἐφιεμένας ὁρμῆσαι μὲν ἐκπίνειν τὴν θάλασσαν, ῥαγῆναι δὲ πρότερον ἢ τῶν δερμάτων λαβέσθαι καὶ γὰρ ἡμᾶς ὁ λόγος ἐλπίζοντας εὐδαιμονήσειν διʼ αὐτοῦ καὶ τῇ ἀρετῇ προσοίσεσθαι, πρὶν ἐπʼ ἐκείνην ἀφικέσθαι, διέφθαρκε καὶ ἀπολώλεκε, πολλῆς ἀκράτου καὶ πικρᾶς κακίας προεμφορηθέντας εἴ γε δὴ καὶ τοῖς ἐπʼ ἄκρον προκόπτουσιν, ὡς οὗτοι λέγουσιν, οὔτε κουφισμὸς οὔτʼ ἄνεσις ἔστιν οὔτʼ ἀναπνοὴ τῆς ἀβελτερίας καὶ κακοδαιμονίας ΔΙΑΔΟΥΜ. ὁ τοίνυν λέγων οὐκ ἀχρήστως γεγονέναι τὴν κακίαν, ὅρα πάλιν οἷον αὐτὴν ἀποδείκνυσι χρῆμα καὶ κτῆμα τοῖς ἔχουσι, γράφων ἐν τοῖς περὶ Κατορθωμάτων ὡς ὁ φαῦλος οὐδενὸς· δεῖται, οὐδενὸς ἔχει χρείαν· οὐδέν ἐστιν αὐτῷ χρήσιμον, οὐδὲν οἰκεῖον, οὐδὲν ἁρμόττον. πῶς οὖν εὔχρηστος ἡ κακία, μεθʼ ἧς οὐδʼ ὑγίεια χρήσιμον οὐδὲ πλῆθος χρημάτων οὐδὲ προκοπή; οὐ δεῖται δέ τις ὧν· τὰ μὲν προηγμένα· καὶ ληπτὰ καὶ νὴ Δίʼ εὔχρηστα, τὰ δὲ κατὰ φύσιν, ὡς αὐτοὶ καλοῦσιν; εἶτα τούτων οὐδεὶς ἔχει χρείαν, ἂν μὴ γένηται σοφός. οὐδὲ τοῦ σοφὸς οὖν γενέσθαι χρείαν ἔχει ὁ φαῦλος. οὐδὲ διψῶσιν οὐδὲ πεινῶσιν ἄνθρωποι, πρὶν σοφοὶ γενέσθαι· διψῶντες οὖν ὕδατος οὐκ ἔχουσι χρείαν οὐδʼ ἄρτου πεινῶντες. ἔστε ξένοισι μειλίχοις ἐοικότες στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις· οὗτος οὐκ εἶχε χρείαν ὑποδοχῆς; οὐδὲ χλαίνης ἐκεῖνος ὁ λέγων δὸς χλαῖναν Ἱππώνακτι κάρτα γὰρ ῥιγῶ; ἀλλὰ βούλει παράδοξον εἰπεῖν τι καὶ περιττὸν καὶ ἴδιον; λέγε τὸν σοφὸν μηδενὸς ἔχειν χρείαν μηδὲ δεῖσθαί τινος, ἐκεῖνος ὄλβιος, ἐκεῖνος ἀπροσδεής, ἐκεῖνος αὐτάρκης μακάριος τέλειος. νυνὶ δὲ τίς ὁ ἴλιγγος οὗτος τὸν μὲν ἀνενδεᾶ δεῖσθαι ὧν ἔχει ἀγαθῶν, τὸν δὲ φαῦλον ἐνδεᾶ μὲν εἶναι πολλῶν δεῖσθαι δὲ μηδενός; τουτὶ γὰρ λέγει Χρύσιππος, ὡς οὐ δέονται μὲν ἐνδέονται δʼ οἱ φαῦλοι, πεττῶν δίκην δεῦρο κἀκεῖ τὰς κοινὰς ἐννοίας μετατιθείς. πάντες γὰρ ἄνθρωποι τὸ δεῖσθαι πρότερον εἶναι τοῦ ἐνδεῖσθαι νομίζουσιν, ἡγούμενοι τὸν οὐχ ἑτοίμων οὐδʼ εὐπορίστων δεόμενον ἐνδεῖσθαι. κεράτων γοῦν καὶ πτερῶν οὐδεὶς ἐνδεὴς ἄνθρωπός ἐστιν, ὅτι μηδὲ δεῖται τούτων· ἀλλʼ ὅπλων ἐνδεεῖς, λέγομεν καὶ χρημάτων καὶ ἱματίων, ὅταν ἐν χρείᾳ γενόμενοι μὴ τυγχάνωσι μηδʼ ἔχωσιν. οἱ δʼ οὕτως ἐπιθυμοῦσιν ἀεί τι παρὰ τὰς κοινὰς ἐννοίας φαίνεσθαι λέγοντες, ὥστε πολλάκις ἐξίστασθαι καὶ τῶν ἰδίων ἐπιθυμίᾳ καινολογίας, ὥσπερ ἐνταῦθα.