<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg138.perseus-grc2" type="edition" xml:lang="grc"><div n="11" subtype="section" type="textpart"><p rend="indent"><said rend="merge" who="#Διαδουμενος"><label resp="perseus">ΔΙΑΔΟΥΜ.</label> ἔτι Παρὰ τὴν ἔννοιάν ἐστιν ἄνθρωπον, ᾧ πάντα τἀγαθὰ πάρεστι καὶ μηδὲν ἐνδεῖ πρὸς εὐδαιμονίαν καὶ τὸ μακάριον, τούτῳ καθήκειν ἐξάγειν ἑαυτόν· ἔτι δὲ μᾶλλον, ᾧ μηδὲν ἀγαθὸν ἔστι μηδʼ <milestone n="5" unit="tlnum"/> ἔσται, τὰ δεινὰ δὲ πάντα καὶ τὰ δυσχερῆ καὶ κακὰ πάρεστι καὶ παρέσται διὰ τέλους, τούτῳ μὴ καθήκειν ἀπολέγεσθαι τὸν βίον, ἂν μή τι νὴ Δία τῶν <milestone n="1063d" unit="stephpage" xml:id="stephpage-1063d"/> ἀδιαφόρων αὐτῷ προσγένηται. ταῦτα τοίνυν ἐν τῇ Στοᾷ νομοθετεῖται, καὶ πολλοὺς μὲν ἐξάγουσι τῶν <milestone n="10" unit="tlnum"/> σοφῶν ὡς ἄμεινον εὐδαιμονοῦντας πεπαῦσθαι, πολλοὺς δὲ κατέχουσι τῶν φαύλων ὡς καθήκοντος αὐτοῖς ζῆν κακοδαιμονοῦντας. καίτοι ὁ μὲν σοφὸς ὄλβιος μακάριος πανευδαίμων ἀσφαλὴς ἀκίνδυνος, ὁ δὲ φαῦλος καὶ ἀνόητος οἷος εἰπεῖν <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote">γέμων κακῶν δὴ κοὐκέτʼ ἔσθʼ ὅπου τεθῇ·</quote> ἀλλὰ καὶ τούτοις μονὴν οἴονται καθήκουσαν εἶναι κἀκείνοις ἐξαγωγήν. <quote>εἰκότως δέ</quote> φησὶ Χρύσιππος <quote>οὐ γὰρ ἀγαθοῖς καὶ κακοῖς δεῖ παραμετρεῖσθαι τὸν βίον ἀλλὰ τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν.</quote> οὕτως <milestone n="20" unit="tlnum"/> ἄνθρωποι σῴζουσι τὴν συνήθειαν καὶ πρὸς τὰς κοινὰς ἐννοίας φιλοσοφοῦσι. τί λέγεις; οὐ δεῖ σκοπεῖν <milestone n="1063e" unit="stephpage" xml:id="stephpage-1063e"/> <quote rend="blockquote">ὅττι τοι ἐν μεγάροισι κακὸν τʼ ἀγαθόν τε τέτυκται</quote> 
<pb xml:id="v.6.p.297"/>τὸν περὶ βίου καὶ θανάτου σκοπούμενον, οὐδʼ ὥσπερ ἐπὶ ζυγοῦ τὰ πρὸς εὐδαιμονίαν καὶ κακοδαιμονίαν ἐξετάζειν ἐπιζήμια μᾶλλον ἢ ὠφέλιμα ἀλλʼ ἐκ τῶν μήτʼ ὠφελούντων μήτε βλαπτόντων τοὺς εἰ βιωτέον <milestone n="5" unit="tlnum"/> ἢ μὴ ποιεῖσθαι λογισμούς; οὐ μέλλει πρὸς τὰς τοιαύτας ὑποθέσεις καὶ ἀρχὰς καθηκόντως αἱρεῖσθαὶ τε τὸν βίον, ᾧ τῶν φευκτῶν οὐδὲν ἄπεστι, καὶ φεύγειν, πάντα τὰ αἱρετὰ πάρεστι; καίτοι παράλογον μέν, ὦ ἑταῖρε, καὶ τὸ φεύγειν τὸν βίον ἐν <milestone n="10" unit="tlnum"/> <milestone n="1063f" unit="stephpage" xml:id="stephpage-1063f"/> μηδενὶ κακῷ γενομένους· παραλογώτερον δέ, εἰ μὴ τυγχάνων τις τοῦ ἀδιαφόρου τάγαθὸν ἀφίησιν· ὅπερ οὗτοι ποιοῦσι, τὴν εὐδαιμονίαν προϊέμενοι καὶ τὴν ἀρετὴν παροῦσαν ἀνθʼ ὑγιείας καὶ ὁλοκληρίας, ὧν οὐ τυγχάνουσιν. <milestone n="15" unit="tlnum"/> <quote rend="blockquote">ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς,</quote> ὅτι χρύσεια χαλκείων, ἑκατόμβοια ἐννεαβοίων ἔμελλε διαμείψεσθαι. καίτοι τὰ μὲν χάλκεα τῶν ὅπλων οὐχ ἧττον ἢ τὰ χρυσᾶ παρεῖχε χρείαν μαχομένοις, εὐπρέπεια δὲ σώματος καὶ ὑγίεια τοῖς Στωικοῖς οὔτε <milestone n="20" unit="tlnum"/> χρείαν οὔτʼ ὄνησίν τινα φέρει πρὸς εὐδαιμονίαν· <milestone n="1064a" unit="stephpage" xml:id="stephpage-1064a"/> ἀλλʼ ὅμως οὗτοι τῆς φρονήσεως ἀντικαταλλάττονται τὴν ὑγίειαν. καὶ γὰρ Ἡρακλείτῳ φασὶ καὶ Φερεκύδῃ καθήκειν ἄν, εἴπερ ἠδύναντο, τὴν ἀρετὴν ἀφεῖναι καὶ τὴν φρόνησιν, ὥστε παύσασθαι 
<pb xml:id="v.6.p.298"/> φθειριῶντας καὶ ὑδρωπιῶντας· καὶ τῆς Κίρκης ἐγχεούσης δύο φάρμακα, τὸ μὲν ποιοῦν ἄφρονας ἐκ φρονίμων τὸ δʼ ὅνους φρονίμους ἑξ ἀφρόνων ἀνθρὡπων, οὐκ τὸν τὸν Ὀδυσσέα πιεῖν τὸ τῆς ἀφροσύνης μᾶλλον <milestone n="5" unit="tlnum"/> ἢ μεταβαλεῖν εἰς θηρίου μορφὴν τὸ εἶδος, ἔχοντα τὴν φρόνησιν καὶ μετὰ τῆς φρονήσεως δηλονότι τὴν εὐδαιμονίαν; καὶ ταῦτά φασιν αὐτὴν ὑφηγεῖσθαι <milestone n="1064b" unit="stephpage" xml:id="stephpage-1064b"/> καὶ παρακελεύεσθαι τὴν φρόνησιν <quote>ἄφες με καὶ καταφρόνησον ἀπολλυμένης ἐμοῦ καὶ διαφθειρομένης <milestone n="10" unit="tlnum"/> εἰς ὄνου πρόσωπον.</quote> ἀλλʼ ὄνου γε, φήσει τις, ἡ τοιαῦτα παραγγέλλουσα φρόνησίς ἐστιν, εἰ τὸ μὲν φρονεῖν καὶ εὐδαιμονεῖν ἀγαθόν ἐστι τὸ δʼ ὄνου περιφέρειν πρόσωπον ἀδιάφορον. ἔθνος εἶναί φασιν Αἰθιόπων, ὅπου κύων βασιλεύει καὶ βασιλεὺς προσαγορεύεται <milestone n="15" unit="tlnum"/> καὶ γέρα καὶ τιμὰς ἔχει βασιλέως, ἄνδρες; δὲ πράσσουσιν ἅπερ ἡγεμόσι πόλεων προσήκει καὶ <milestone n="1064c" unit="stephpage" xml:id="stephpage-1064c"/> ἄρχουσιν. ἆῤ οὖν παρὰ τοῖς Στωικοῖς ὁμοίως τὸ μὲν ὄνομα καὶ τὸ σχῆμα τἀγαθοῦ πάρεστι τῇ ἀρετῇ καὶ μόνην ταύτην αἱρετὸν καὶ ὠφέλιμον καὶ συμφέρον <milestone n="20" unit="tlnum"/> καλοῦσι, πράττουσι δὲ ταῦτα καὶ φιλοσοφοῦσι καὶ ζῶσι καὶ ἀποθνήσκουσιν, ὥσπερ ἀπὸ προστάγματος τῶν ἀδιαφόρων; καίτοι τὸν κύνα μὲν ἐκεῖνον οὐδεὶς Αἰθιόπων ἀποκτίννυσιν, ἀλλὰ σεμνῶς κάθηται προσκυνούμενος· οὗτοι δὲ τὴν ἀρετὴν ἀπολλύουσιν 
<pb xml:id="v.6.p.299"/> ἑαυτῶν καὶ διαφθείρουσι, τῆς ὑγιείας περιεχόμενοι καὶ τῆς ἀπονίας. </said></p></div><div n="12" subtype="section" type="textpart"><p rend="indent"><said rend="merge" who="#Διαδουμενος"><label resp="perseus">ΔΙΑΔΟΥΜ.</label> ἔοικε δʼ ἡμᾶς ἀπαλλάττειν τοῦ περὶ τούτων ἔτι πλείονα λέγειν ὁ κολοφὼν αὐτὸς, ὃν ὁ Χρύσιππος <milestone n="5" unit="tlnum"/> τοῖς δόγμασιν ἐπιτέθεικεν. ὄντων γὰρ ἐν τῇ φύσει τῶν μὲν ἀγαθῶν τῶν δὲ κακῶν τῶν δὲ καὶ μεταξὺ <milestone n="1064d" unit="stephpage" xml:id="stephpage-1064d"/> καὶ καλουμένων ἀδιαφόρων, οὐδεὶς ἔστιν ἀνθρώπων, ὃς οὐ βούλεται τἀγαθὸν ἔχειν μᾶλλον ἢ τὸ ἀδιάφορον καὶ τὸ ἀδιάφορον ἢ τὸ κακόν. ἀλλὰ καὶ <milestone n="10" unit="tlnum"/> τοὺς θεοὺς δήπου ποιούμεθα μάρτυρας, αἰτούμενοι ταῖς εὐχαῖς παρʼ αὐτῶν μάλιστα μὲν κτῆσιν ἀγαθῶν, εἰ δὲ μή, κακῶν ἀποφυγήν, τὸ δὲ μήτʼ ἀγαθὸν μήτε κακὸν ἀντὶ μὲν τἀγαθοῦ μὴ θέλοντες ἔχειν ἀντὶ δὲ τοῦ κακοῦ θέλοντες. ὁ δὲ τὴν φύσιν ἐναλλάττων <milestone n="15" unit="tlnum"/> καὶ τὴν τάξιν ἀναστρέφων ἐκ τῆς μέσης χώρας τὸ μέσον εἰς τὴν ἐσχάτην μετατίθησι, τὸ δʼ ἔσχατον εἰς τὴν μέσην ἐπανάγει καὶ μετοικίζει, καθάπερ οἱ <milestone n="1064e" unit="stephpage" xml:id="stephpage-1064e"/> τύραννοι τοῖς κακοῖς προεδρίαν διδοὺς καὶ νομοθετῶν πρῶτον διώκειν τάγαθὸν δεύτερον δὲ τὸ κακόν, <milestone n="20" unit="tlnum"/> ἔσχατον δὲ καὶ χείριστον ἡγεῖσθαι τὸ μήτʼ ἀγαθὸν μήτε κακόν· ὥσπερ εἴ τις μετὰ τὰ οὐράνια τὰ ἐν Ἅιδου τιθείη, τὴν δὲ γῆν καὶ τὰ περὶ γῆν εἰς τὸν τάρταρον ἀπώσειε <quote rend="blockquote"> τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονὸς ἔστι <milestone n="25" unit="tlnum"/> βέρεθρον.</quote> 
<pb xml:id="v.6.p.300"/> εἰπὼν οὖν ἐν τῷ τρίτῳ περὶ Φύσεως ὅτι <quote>λυσιτελεῖ ζῆν ἄφρονα ἢ μὴ βιοῦν, κἂν μηδέποτε μέλλῃ φρονήσειν</quote> ἐπιφέρει κατὰ λέξιν <quote>τοιαῦτα γὰρ τἀγαθά ἐστι τοῖς ἀνθρώποις, ὥστε τρόπον τινὰ καὶ τὰ κακὰ <milestone n="5" unit="tlnum"/> τῶν ἄλλων ἀνὰ μέσον προτερεῖν· ἔστι δʼ οὐ ταῦτα <milestone n="1064f" unit="stephpage" xml:id="stephpage-1064f"/> προτεροῦντα, ἀλλʼ ὁ λόγος μεθʼ οὗ βιοῦν ἐπιβάλλει μᾶλλον, εἰ καὶ ἄφρονες; ἐσόμεθα</quote> δῆλον οὖν, εἰ καὶ ἄδικοι, καὶ παράνομοι καὶ θεοῖς ἐχθροὶ καὶ κακοδαίμονες· οὐδὲν γὰρ ἄπεστι τούτων τοῖς ἀφρόνως <milestone n="10" unit="tlnum"/> βιοῦσιν. ἐπιβάλλει τοίνυν κακοδαιμονεῖν μᾶλλον ἢ μὴ κακοδαιμονεῖν καὶ βλάπτεσθαι μᾶλλον ἢ μὴ βλάπτεσθαι καὶ ἀδικεῖν ἢ μὴ ἀδικεῖν καὶ παρανομεῖν ἢ μὴ παρανομεῖν; τουτέστιν ἐπιβάλλει τὰ μὴ ἐπιβάλλοντα ποιεῖν καὶ καθήκει ζῆν καὶ παρὰ τὸ <milestone n="15" unit="tlnum"/> καθῆκον. <quote>ναί χεῖρον γάρ ἐστι τὸ ἄλογον καὶ τὸ ἀναίσθητον εἶναι τοῦ ἀφραίνειν</quote> εἶτα τί παθόντες οὐχ ὁμολογοῦσιν εἶναι κακόν, ὃ τοῦ κακοῦ χεῖρόν ἐστι; διὰ τί φευκτὸν ἀποφαίνουσι μόνον τὴν ἀφροσύνην, <milestone n="1065a" unit="stephpage" xml:id="stephpage-1065a"/> εἰ οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἐπιβάλλον <milestone n="20" unit="tlnum"/> ἐστὶ φεύγειν τὴν μὴ δεχομένην τὸ ἀφραίνειν διάθεσιν; </said></p></div><div n="13" subtype="section" type="textpart"><p rend="indent"><said rend="merge" who="#Διαδουμενος"><label resp="perseus">ΔΙΑΔΟΥΜ.</label> ἀλλὰ τί ἄν τις ἐπὶ τούτοις δυσχεραίνοι, μεμνημένος ὧν ἐν τῷ δευτέρῳ περὶ Φύσεως γέγραφεν, ἀποφαίνων οὐκ ἀχρήστως τὴν κακίαν πρὸς τὰ ὅλα <milestone n="25" unit="tlnum"/> γεγενημένην; ἄξιον δʼ ἀναλαβεῖν τὸ δόγμα ταῖς 
<pb xml:id="v.6.p.301"/> ἐκείνου λέξεσιν, ἵνα καὶ μάθῃς πως, οἱ τοῦ Ξενοκράτους καὶ Σπευσίππου κατηγοροῦντες ἐπὶ τῷ μὴ τὴν ὑγίειαν ἀδιάφορον ἡγεῖσθαι μηδὲ τὸν πλοῦτον ἀνωφελὲς ἐν τίνι τόπῳ τὴν κακίαν αὐτοὶ τίθενται <milestone n="5" unit="tlnum"/> <milestone n="1065b" unit="stephpage" xml:id="stephpage-1065b"/> καὶ τίνας λόγους περὶ αὐτῆς διεξίασιν <quote>ἡ δὲ κακία πρὸς τὰ λοιπὰ συμπτώματα ἔχει ὅρον γίνεται γὰρ αὐτή πως κατὰ τὸν τῆς φύσεως λόγον καί, ἵνʼ οὕτως εἴπω, οὐκ ἀχρήστως γίγνεται πρὸς τὰ ὅλα· οὐδὲ γὰρ ἂν τἀγαθὸν ἦν.</quote> οὐκοῦν ἐν θεοῖς ἀγαθὸν οὐδὲν <milestone n="10" unit="tlnum"/> ἔστιν, ἐπεὶ μηδὲ κακόν· οὐδέ, ὅταν ὁ Ζεὺς εἰς ἑαυτὸν ἀναλώσας τὴν ὕλην ἅπασαν εἷς γένηται καὶ τὰς ἄλλας ἀνέλῃ διαφοράς, οὐδὲν ἔστιν ἀγαθὸν τηνικαῦτα, μηδενός γε κακοῦ παρόντος· ἀλλὰ χοροῦ μὲν ἔστιν ἐμμέλεια μηδενὸς ἀπᾴδοντος ἐν αὐτῷ, <milestone n="15" unit="tlnum"/> καὶ σώματος ὑγίεια μηδενὸς μορίου νοσοῦντος ἀρετὴ δʼ ἄνευ κακίας οὐκ ἔχει γένεσιν, ἀλλʼ ὥσπερ ἐνίαις τῶν ἰατρικῶν δυνάμεων ἰὸς ὄφεως καὶ χολὴ <milestone n="1065c" unit="stephpage" xml:id="stephpage-1065c"/> ὑαίνης ἀναγκαῖόν ἐστιν, οὕτως ἐπιτηδειότης ἑτέρα τῇ Μελήτου μοχθηρίᾳ πρὸς τὴν Σωκράτους δικαιοσύνην <milestone n="20" unit="tlnum"/> καὶ τῇ Κλέωνος ἀναγωγίᾳ πρὸς τὴν Περικλέους καλοκἀγαθίαν πῶς δʼ ἂν εὗρεν ὁ Ζεὺς τὸν Ἡρακλέα φῦσαι καὶ τὸν Λυκοῦργον, εἰ μὴ καὶ Σαρδανάπαλον ἡμῖν ἔφυσε καὶ Φάλαριν; ὥρα λέγειν αὐτοῖς ὅτι καὶ φθίσις γέγονεν ἀνθρώπῳ πρὸς εὐεξίαν <milestone n="25" unit="tlnum"/> καὶ ποδάγρα πρὸς ὠκύτητα καὶ οὐκ ἂν ἦν 
<pb xml:id="v.6.p.302"/> Ἀχιλλεὺς κομήτης, εἰ μὴ φαλακρὸς Θερσίτης. τί γὰρ διαφέρουσι τῶν ταῦτα ληρούντων καὶ φλυαρούντων οἱ λέγοντες μὴ ἀχρήστως γεγονέναι πρὸς τὴν ἐγκράτειαν τὴν ἀκολασίαν καὶ πρὸς τὴν δικαιοσύνην <milestone n="5" unit="tlnum"/> <milestone n="1065d" unit="stephpage" xml:id="stephpage-1065d"/> τὴν ἀδικίαν; ὅπως εὐχώμεθα τοῖς θεοῖς ἀεὶ μοχθηρίαν εἶναι <quote rend="blockquote">ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος,</quote> εἰ, τούτων ἀναιρεθέντων, οἴχεται φροῦδος ἡ ἀρετὴ καὶ συναπόλωλεν. </said></p></div><div n="14" subtype="section" type="textpart"><p rend="indent"><milestone n="10" unit="tlnum"/><said rend="merge" who="#Διαδουμενος"><label resp="perseus">ΔΙΑΔΟΥΜ.</label> ἢ βούλει τὸ ἣδιστον αὐτοῦ τῆς γλαφυρίας καὶ πιθανότητος ἱστορῆσαι; <quote>ὥσπερ γὰρ αἱ κωμῳδίαι</quote> φησὶν <quote>ἐπιγράμματα γελοῖα φέρουσιν, ἃ καθʼ αὑτὰ μέν ἐστι φαῦλα τῷ δʼ ὅλῳ ποιήματι χάριν τινὰ προστίθησιν, οὕτω ψέξειας ἂν αὐτὴν ἐφʼ ἑαυτῆς τὴν <milestone n="15" unit="tlnum"/> κακίαν· τοῖς δʼ ὅλοις οὐκ ἄχρηστός ἐστι.</quote> πρῶτον μὲν οὖν τὴν κακίαν γεγονέναι κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν, ὥσπερ τὸ φαῦλον ἐπίγραμμα γέγονε κατὰ τὴν τοῦ ποιητοῦ βούλησιν, πᾶσαν ἐπίνοιαν ἀτοπίας <milestone n="1065e" unit="stephpage" xml:id="stephpage-1065e"/> ὑπερβάλλει. τί γὰρ μᾶλλον ἀγαθῶν ἢ κακῶν δοτῆρες <milestone n="20" unit="tlnum"/> ἔσονται; πῶς δʼ ἔτι θεοῖς ἐχθρὸν ἡ κακία καὶ θεομισές; ἢ τί πρὸς τὰ τοιαῦτα δυσφημήματα λέγειν ἕξομεν, ὡς <quote rend="blockquote"><l>θεὸς μὲν αἰτίαν φύει βροτοῖς, </l><l> ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ</l></quote> 
<pb xml:id="v.6.p.303"/> καί <quote rend="blockquote">τίς τʼ ἂρ σφῶε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;</quote> ἔπειτα δὲ τὸ μὲν φαῦλον ἐπίγραμμα τὴν κωμῳδίαν κοσμεῖ καὶ συνεργεῖ πρὸς τὸ τέλος αὐτῆς, ἐφιεμένης <milestone n="5" unit="tlnum"/> τοῦ γελοίου ἢ κεχαρισμένου τοῖς θεαταῖς· ὁ δὲ πατρῷος καὶ ὕπατος καὶ θεμίστιος Ζεὺς καὶ ἀριστοτέχνας, κατὰ Πίνδαρον, οὐ δρᾶμα δήπου μέγα καὶ ποικίλον καὶ πολυμερὲς δημιουργῶν τὸν κόσμον, <milestone n="1065f" unit="stephpage" xml:id="stephpage-1065f"/> ἀλλὰ θεῶν καὶ ἀνθρώπων ἄστυ κοινόν, συννεμησομένων <milestone n="10" unit="tlnum"/> μετὰ δίκης καὶ ἀρετῆς ὁμολογουμένως καὶ μακαρίως, τί πρὸς τὸ κάλλιστον τοῦτο καὶ σεμνότατον τέλος ἐδεῖτο λῃστῶν καὶ ἀνδροφόνων καὶ <milestone n="1066a" unit="stephpage" xml:id="stephpage-1066a"/> πατροκτόνων καὶ τυράννων; οὐ γὰρ ἡδὺ τῷ θείῳ καὶ κομψὸν ἡ κακία γέγονεν ἐπεισόδιον, οὐδὲ διʼ <milestone n="15" unit="tlnum"/> εὐτραπελίαν ἡ ἀδικία καὶ γέλωτα καὶ βωμολοχίαν προστέτριπται τοῖς πράγμασιν, ὑφʼ ὧν οὐδʼ ὄναρ ἰδεῖν ἔστι τῆς ὑμνουμένης ὁμολογίας. ἔτι τὸ μὲν φαῦλον ἐπίγραμμα τοῦ ποιήματος πολλοστημόριόν ἐστι καὶ μικρὸν ἐπέχει παντάπασιν ἐν τῇ κωμῳδίᾳ <milestone n="20" unit="tlnum"/> χωρίον, καὶ οὔτε πλεονάζει τὰ τοιαῦτα οὔτε τῶν εὖ πεποιῆσθαι δοκούντων ἀπόλλυσι καὶ λυμαίνεται τὴν χάριν· τῆς δὲ κακίας ἀναπέπλησται πάντα πράγματα καὶ πᾶς ὁ βίος εὐθὺς ἐκ παρόδου καὶ ἀρχῆς ἄχρι κορωνίδος ἀσχημονῶν καὶ ἐκπίπτων καὶ 
<pb xml:id="v.6.p.304"/> ταραττόμενος καὶ μηδὲν ἔχων μέρος καθαρὸν μηδʼ ἀνεπίληπτον, <milestone n="1066b" unit="stephpage" xml:id="stephpage-1066b"/> ὡς οὗτοι λέγουσιν, αἴσχιστόν ἐστι δραμάτων ἁπάντων καὶ ἀτερπέστατον. </said></p></div><div n="15" subtype="section" type="textpart"><p rend="indent"><said rend="merge" who="#Διαδουμενος"><label resp="perseus">ΔΙΑΔΟΥΜ.</label> ὅθεν ἡδέως ἂν πυθοίμην, πρὸς τί γέγονεν <milestone n="5" unit="tlnum"/> εὔχρηστος ἡ κακία τοῖς ὅλοις. οὐ γὰρ δὴ πρὸς τὰ οὐράνια καὶ θεῖα, φήσει. γελοῖον γὰρ εἰ, μὴ γενομένης ἐν ἀνθρώποις μηδʼ οὔσης κακίας καὶ ἀπληστίας καὶ ψευδολογίας μηδʼ ἀλλήλους ἡμῶν ἀγόντων καὶ φερόντων καὶ συκοφαντούντων καὶ φονευόντων, <milestone n="10" unit="tlnum"/> οὐκ ἂν ἐβάδιζεν ὁ ἥλιος τὴν τεταγμένην πορείαν οὐδʼ ἂν ὥραις ἐχρῆτο καὶ περιόδοις καιρῶν ὁ κόσμος οὐδʼ ἡ γῆ τὴν μέσην χώραν ἔχουσα τοῦ παντὸς ἀρχὰς πνευμάτων ἐνεδίδου καὶ ὄμβρων. ἀπολείπεται <milestone n="1066c" unit="stephpage" xml:id="stephpage-1066c"/> τοίνυν πρὸς ἡμᾶς καὶ τὰ ἡμέτερα τὴν κακίαν <milestone n="15" unit="tlnum"/> εὐχρήστως γεγονέναι καὶ τοῦτʼ ἴσως οἱ ἄνδρες λέγουσιν. ἆῤ οὖν ὑγιαίνομεν μᾶλλον κακοὶ ὄντες, ἔτι δὲ μᾶλλον εὐποροῦμεν τῶν ἀναγκαίων; πρὸς δὲ κάλλος ἡμῖν ἢ πρὸς ἰσχὺν εὔχρηστος ἡ κακία γέγονεν; οὔ φασιν. εἰ δὲ τῆς ἀρετῆς ἐστιν <quote>ὄνομα μόνον <milestone n="20" unit="tlnum"/> καὶ δόκημα νυκτερωπὸν ἐννύχων</quote> σοφιστῶν οὐδʼ ὥσπερ ἡ κακία πᾶσιν ῦπαρ ἔκκειται καὶ πᾶσιν ἐναργὴς· οὐδενὸς ἔσται χρηστοῦ μεταλαβεῖν, ἥκιστα δʼ ἀρετῆς, ὦ θεοί, διʼ ἣν γεγόναμεν. εἶτʼ οὐ δεινόν, εἰ γεωργῷ μὲν καὶ κυβερνήτῃ καὶ ἡνιόχῳ τὰ εὔχρηστα <milestone n="25" unit="tlnum"/> φορὰ, καὶ συνεργὰ πρὸς τὸ οἰκεῖόν ἐστι τέλος, τὸ δʼ ὑπὸ τοῦ θεοῦ πρὸς ἀρετὴν γεγονὸς ἀπολώλεκε 
<pb xml:id="v.6.p.305"/> <milestone n="1066d" unit="stephpage" xml:id="stephpage-1066d"/> τὴν ἀρετὴν καὶ διέφθαρκεν; ἀλλʼ ἴσως ἤδη καιρὸς ἐπʼ ἄλλο τρέπεσθαι, τοῦτο δʼ ἀφεῖναι. </said></p></div></div></body></text></TEI>